호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις, ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους. ὅ τ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον ἔν θ ἁρ´ματα πεισιχάλινα καταζευγνύῃ σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.
ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ εὐαχέα βασιλεῦσιν ὕμνον, ἄποιν ἀρετᾶς. φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλης Ἀπόλλων, ἱερέα κτίλον Ἀφροδίτας:
ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα:
σὲ δ, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων διὰ τεὰν δύναμιν δρακεῖς ἀσφαλές. θεῶν δ ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς λέγειν ἐν πτερόεντι τροχῷ παντᾷ κυλινδόμενον:
τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι. ἔμαθε δὲ σαφές.
εὐμενέσσι γὰρ παρὰ Κρονίδαις γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν Ἥρας ὅτ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον πολυγαθέες: ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανον ὦρσεν:
τάχα δὲ παθὼν ἐοικότ ἀνὴρ ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δ ἀμπλακίαι φερέπονοι τελέθοντι: τὸ μὲν ἡρ´ως ὅτι ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς, ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις Διὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατ αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον.
εὐναὶ δὲ παράτροποι ἐς κακότατ ἀθρόαν ἔβαλον: ποτὶ καὶ τὸν ἵκοντ: ἐπεὶ νεφέλᾳ παρελέξατο, ψεῦδος γλυκὺ μεθέπων, ἀΐδρις ἀνήρ: εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν οὐρανιᾶν θυγατέρι Κρόνου:
ἅντε δόλον αὐτῷ θέσαν Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν, ἑὸν ὄλεθρον ὅγ: ἐν δ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατ ἀγγελίαν.
ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον, μόνα καὶ μόνον, οὔτ ἐν ἀνδράσι γερασφόρον οὔτ ἐν θεῶν νόμοις: τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτ ἐν Παλίου σφυροῖς, ἐκ δ ἐγένοντο στρατὸς θαυμαστός, ἀμφοτέροις ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δ ὕπερθε πατρός.
θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται, θεός, ὃ καὶ πτερόεντ αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται δελφῖνα, καὶ ὑψιφρόνων τιν ἔκαμψε βροτῶν, ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκ.
ἐμὲ δὲ χρεὼν φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν. εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλ ἐν ἀμαχανίᾳ ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν πιαινόμενον: τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον.
τὺ δὲ σάφα νιν ἔχεις, ἐλευθέρᾳ φρενὶ πεπαρεῖν, πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ.
εἰ δέ τις ἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει ἕτερόν τιν ἀν Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον, χαύνα πραπίδι παλαιμονεῖ κενεά. εὐανθέα δ ἀναβάσομαι στόλον ἀμφ ἀρετᾷ κελαδέων. νεότατι μὲν ἀρήγει θράσος δεινῶν πολέμων:
ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν, τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δ ἐν πεζομάχαισι: βουλαὶ δὲ πρεσβύτεραι ἀκίνδυνον ἐμοὶ ἔπος <σὲ> ποτὶ πάντα λόγον ἐπαινεῖν παρέχοντι.
χαῖρε. τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰν μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται: τὸ Καστόρειον δ ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼν ἄθρησον χάριν ἑπτακτύπου φόρμιγγος ἀντόμενος. γένοι οἱο῀ς ἐσσὶ μαθών:
καλός τοι πίθων παρὰ παισίν, αἰεὶ καλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν ἔλαχε καρπὸν ἀμώμητον, οὐδ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν: οἱᾶ ψιθύρων παλάμαις ἕπετ αἰεὶ βροτῷ.
ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες, ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι.
κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει· ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἑρ´κος ἅλμας. ἀδύνατα δ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς δόλιον ἀστόν:
ὅμως μὰν σαίνων ποτὶ πάντας, ἄταν πάγχυ διαπλέκει.
οὔ οἱ μετέχω θράσεος: φίλον εἰή φιλεῖν: ποτὶ δ ἐχθρὸν ἅτ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι, ἄλλ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς. ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει, παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός, χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν, ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότ αὖθ ἑτέροις ἔδωκεν μέγα κῦδος.
ἀλλ οὐδὲ ταῦτα νόον ἰαίνει φθονερῶν:
στάθμας δέ τινος ἑλκόμενοι περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ, πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν. φέρειν δ ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸν ἀρήγει: ποτὶ κέντρον δέ τοι λακτιζέμεν τελέθει ὀλισθηρὸς οἶμος:
ἁδόντα δ εἰή με τοῖς ἀγαθοῖς ὁμιλεῖν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기