호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπλοκάμων σύνδικον Μοισᾶν κτέανον: τᾶς ἀκούει μὲν βάσις, ἀγλαΐας ἀρχά, πείθονται δ ἀοιδοὶ σάμασιν, ἁγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελιζομένα. ἀενάου πυρός.
εὕδει δ ἀνὰ σκάπτῳ Διὸς αἰετός, ὠκεῖαν πτέρυγ ἀμφοτέρωθεν χαλάξαις, ἀρχὸς οἰωνῶν, κελαινῶπιν δ ἐπί οἱ νεφέλαν ἀγκύλῳ κρατί, γλεφάρων ἁδὺ κλαΐστρον, κατέχευας: ὁ δὲ κνώσσων ὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς ῥιπαῖσι κατασχόμενος.
ἐγχέων ἀκμάν, ἰαίνει καρδίαν κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας, ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν.
ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν Πιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατ ἀμαιμάκετον, ὅς τ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος, Τυφὼς ἑκατοντακάρανος:
τόν ποτε Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον:
νῦν γε μὰν ταί θ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι Σικελία τ αὐτοῦ πιέζει στέρνα λαχνάεντα: κίων δ οὐρανία συνέχει, νιφόεσς Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα: τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται ἐκ μυχῶν παγαί:
ποταμοὶ δ ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦ αἴθων: ἀλλ ἐν ὄρφναισιν πέτρας φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ. κεῖνο δ Ἁφαίστοιο κρουνοὺς ἑρπετὸν δεινοτάτους ἀναπέμπει: οἱο῀ν Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοις ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ.
γείτονα, Πυθιάδος δ ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ιἕρωνος ὑπὲρ καλλινίκου ἁρ´μασι.
ναυσιφορήτοις δ ἀνδράσι πρώτα χάρις ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον:
ἐοικότα γὰρ καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν. ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει λοιπὸν ἔσσεσθαι στεφάνοισί <νιν> ἵπποις τε κλυτὰν καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν.
Λύκιε καὶ Δάλου ἀνάσσων Φοῖβε, Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων, ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὐάνδρόν τε χώραν. ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς, καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοί τ ἔφυν.
ἄνδρα δ ἐγὼ κεῖνον αἰνῆσαι μενοινῶν ἔλπομαι μὴ χαλκοπάρᾳον ἄκονθ ὡσείτ ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων, μακρὰ δὲ ῥίψαις ἀμεύσασθ ἀντίους: εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δ ἐπίλασιν παράσχοι.
ἦ κεν ἀμνάσειεν, οἱαίς ἐν πολέμοισι μάχαις τλάμονι ψυχᾷ παρέμειν, ἁνίχ εὑρίσκοντο θεῶν παλάμαις τιμάν, οἱάν οὔτις Ἑλλάνων δρέπει, πλούτου στεφάνωμ ἀγέρωχον.
νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπων ἐστρατεύθη: σὺν δ ἀνάγκᾳ νιν φίλον καί τις ἐὼν μεγαλάνωρ ἔσανεν. φαντὶ δὲ Λαμνόθεν ἕλκει τειρόμενον μεταβάσοντας ἐλθεῖν ἡρ´ωας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν:
ὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτασέν τε πόνους Δαναοῖς, ἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν.
οὕτω δ Ιἕρωνι θεὸς ὀρθωτὴρ πέλοι τὸν προσέρποντα χρόνον, ὧν ἔραται καιρὸν διδούς. Μοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαι πίθεό μοι ποινὰν τεθρίππων. χάρμα δ οὐκ ἀλλότριον νικαφορία πατέρος.
ἄγ ἔπειτ Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον: Ὑλλίδος στάθμας Ιἕρων ἐν νόμοις ἔκτισς.
ἐθέλοντι δὲ Παμφύλου καὶ μὰν Ἡρακλειδᾶν ἔκγονοι ὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰεὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ Δωριεῖς. ἔσχον δ Ἀμύκλας ὄλβιοι, Πινδόθεν ὀρνύμενοι, λευκοπώλων Τυνδαριδᾶν βαθύδοξοι γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς. Ζεῦ τέλει, αἰεὶ δὲ τοιαύταν Ἀμένα παρ ὕδωρ αἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακρίνειν ἔτυμον λόγον ἀνθρώπων, σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ, υἱῷ τ ἐπιτελλόμενος, δᾶμον γεραίρων τράποι σύμφωνον ἐς ἁσυχίαν.
ὄφρα κατ οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶν τ ἀλαλατὸς ἔχῃ, ναυσίστονον ὕβριν ἰδὼν τὰν πρὸ Κύμας:
οἱᾶ Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον, ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθ ἁλικίαν, Ἑλλάδ ἐξέλκων βαρείας δουλίας.
μισθόν, ἐν Σπάρτᾳ δ <ἀπὸ> τᾶν πρὸ Κιθαιρῶνος μαχᾶν, ταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι, παρὰ δὲ τὰν εὐύδρον ἀκτὰν Ἱμέρα παίδεσσιν ὕμνον Δεινομένευς τελέσαις, τὸν ἐδέξαντ ἀμφ ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων.
καιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαις ἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώπων.
ἀπὸ γὰρ κόρος ἀμβλύνει αἰανὴς ταχείας ἐλπίδας:
ἀστῶν δ ἀκοὰ κρύφιον θυμὸν βαρύνει μάλιστ ἐσλοῖσιν ἐπ ἀλλοτρίοις. ἀλλ ὅμως, κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος, μὴ παρίει καλά. νώμα δικαίῳ πηδαλίῳ στρατόν: ἀψευδεῖ δὲ πρὸς ἄκμονι χάλκευε γλῶσσαν. εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται πὰρ σέθεν.
πολλῶν ταμίας ἐσσί: πολλοὶ μάρτυρες ἀμφοτέροις πιστοί. εὐανθεῖ δ ἐν ὀργᾷ παρμένων, εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις: ἐξίει δ ὥσπερ κυβερνάτας ἀνὴρ ἱστίον ἀνεμόεν. μὴ δολωθῇς, ὦ φίλος, κέρδεσιν εὐτράπλοις:
ὀπιθόμβροτον αὔχημα δόξας οἰο῀ν ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει καὶ λογίοις καὶ ἀοιδοῖς: οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά:
τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόον ἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις, οὐδέ νιν φόρμιγγες ὑπωρόφιαι κοινωνίαν μαλθακὰν παίδων ὀάροισι δέκονται. τὸ δὲ παθεῖν εὖ πρῶτον ἄθλων:
εὖ δ ἀκούειν δευτέρα μοῖρ: ἀμφοτέροισι δ ἀνὴρ ὃς ἂν ἐγκύρσῃ, καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기