- 텍스트

Pindar, Odes, olympian odes, ολψμπιαν 14 <ΑΣΩΠΙΧῼ ΟΡΧΟΜΕΝΙῼ ΣΤΑΔΙΕΙ παιδὶ Κλεοδάμου?

(핀다르, Odes, olympian odes, ολψμπιαν 14 <ΑΣΩΠΙΧῼ ΟΡΧΟΜΕΝΙῼ ΣΤΑΔΙΕΙ παιδὶ Κλεοδάμου)

Καφισίων ὑδάτων λαχοῖσαι, αἵτε ναίετε καλλίπωλον ἕδραν, ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι Χάριτες Ὀρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι, κλῦτ, ἐπεὶ εὔχομαι. σὺν γὰρ ὔμμιν τὰ τερπνὰ καὶ τὰ γλυκέ ἄνεται πάντα βροτοῖς, εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ. οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ κοιρανέοισιν χοροὺς οὔτε δαῖτας: ἀλλὰ πάντων ταμίαι ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι παρὰ Πύθιον Ἀπόλλωνα θρόνους, ἀέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.

<ὦ> πότνι Ἀγλαΐα φιλησίμολπέ τ Εὐφροσύνα, θεῶν κρατίστου παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπ εὐμενεῖ τύχᾳ κοῦφα βιβῶντα:

Λυδῷ γὰρ Ἀσώπιχον τρόπῳ ἔν τε μελέταις ἀείδων ἔμολον, οὕνεκ Ὀλυμπιόνικος ἁ Μινυεία σεῦ ἕκατι.

Φερσεφόνας ἔλθ, Ἀχοῖ, πατρὶ κλυτὰν φέροις ἀγγελίαν, Κλεόδαμον ὄφρ ἰδοῖς, υἱὸν εἴπῃς ὅτι οἱ νέαν κόλποις παρ εὐδόξοις Πίσας ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION