호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τρισολυμπιονίκαν ἐπαινέων οἶκον ἅμερον ἀστοῖς, ξένοισι δὲ θεράποντα, γνώσομαι τὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου πρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον. Δίκα καὶ ὁμότροφος Εἰρήνα, ταμίαι ἀνδράσι πλούτου, χρύσεαι παῖδες εὐβούλου Θέμιτος:
ἐθέλοντι δ ἀλέξειν Ὕβριν, Κόρου ματέρα θρασύμυθον.
ἔχω καλά τε φράσαι, τόλμα τέ μοι εὐθεῖα γλῶσσαν ὀρνύει λέγειν. ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος. ἄκραις ἀρεταῖς ὑπερελθόντων ἱεροῖς ἐν ἀέθλοις, πολλὰ δ ἐν καρδίαις ἀνδρῶν ἔβαλον ὡρ῀αι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθ.
ἅπαν δ εὑρόντος ἔργον. ταὶ Διωνύσου πόθεν ἐξέφανεν σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ:
τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα, ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον ἐπέθηκ· ἐν δὲ Μοῖς ἁδύπνοος, ἐν δ Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν.
ὕπατ εὐρὺ ἀνάσσων Ὀλυμπίας, ἀφθόνητος ἔπεσσιν γένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ, καὶ τόνδε λαὸν ἀβλαβῆ νέμων Ξενοφῶντος εὔθυνε δαίμονος οὖρον:
δέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας, πεντάθλῳ ἅμα σταδίου νικῶν δρόμον:
ἀντεβόλησεν τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον. δύο δ αὐτὸν ἔρεψαν πλόκοι σελίνων ἐν Ἰσθμιάδεσσιν φανέντα:
Νέμεά τ οὐκ ἀντιξοεῖ. Πυθοῖ τ ἔχει σταδίου τιμὰν διαύλου θ ἁλίῳ ἀμφ ἑνί, μηνός τέ οἱ τωὐτοῦ κρανααῖς ἐν Ἀθάναισι τρία ἔργα ποδαρκὴς ἅμερα θῆκε κάλλιστ ἀμφὶ κόμαις, Ἑλλώτια δ ἑπτάκις:
Τερψίᾳ θ ἕψοντ Ἐριτίμῳ τ ἀοιδαί.
ὅσσα τ ἐν Δελφοῖσιν ἀριστεύσατε ἠδὲ χόρτοις ἐν λέοντος, δηρίομαι πολέσιν περὶ πλήθει καλῶν, ὡς μὰν σαφὲς οὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν. ἕπεται δ ἐν ἑκάστῳ μέτρον:
νοῆσαι δὲ καιρὸς ἄριστος. μῆτίν τε γαρύων παλαιγόνων πόλεμόν τ ἐν ἡρωΐαις ἀρεταῖσιν οὐ ψεύσομ ἀμφὶ Κορίνθῳ, Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν, καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ, ναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις.
τὰ δὲ καί ποτ ἐν ἀλκᾷ πρὸ Δαρδάνου τειχέων ἐδόκησαν ἐπ ἀμφότερα μαχᾶν τάμνειν τέλος, τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος Ἑλέναν κομίζοντες, οἱ δ ἀπὸ πάμπαν εἴργοντες:
ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί.
τοῖσι μὲν ἐξεύχετ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰν καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον: ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος ἦ πόλλ ἀμφὶ κρουνοῖς Πάγασον ζεῦξαι ποθέων ἔπαθεν, πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸν Παλλὰς ἤνεγκ:
ἐξ ὀνείρου δ αὐτίκα ἦν ὕπαρ: φώνασε δ: "εὕδεις, Αἰολίδα βασιλεῦ· ἄγε φίλτρον τόδ ἵππειον δέκευ, καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργᾶντα πατρὶ δεῖξον. κυαναιγὶς ἐν ὄρφνᾳ κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν ἔδοξεν:
ἀνὰ δ ἐπᾶλτ ὀρθῷ ποδί. παρκείμενον δὲ συλλαβὼν τέρας, ἐπιχώριον μάντιν ἄσμενος εὑρ῀εν, δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥς τ ἀνὰ βωμῷ θεᾶς κοιτάξατο νύκτ ἀπὸ κείνου χρήσιος. δαμασίφρονα χρυσόν.
ἐνυπνίῳ δ ᾇ τάχιστα πιθέσθαι κελήσατό μιν, ὅταν δ εὐρυσθενεῖ καρταίποδ ἀναρύῃ Γαιαόχῳ, θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ. τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρ ὁρ´κον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν. ἤτοι καὶ ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας, φάρμακον πραῢ τείνων ἀμφὶ γένυι, ἵππον πτερόεντ:
ἀναβὰς δ εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν.
σὺν δὲ κείνῳ καί ποτ Ἀμαζονίδων αἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου τοξόταν βάλλων γυναικεῖον στρατόν, καὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν. διασωπάσομαί οἱ μόρον ἐγώ:
τὸν δ ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται. ἐμὲ δ εὐθὺν ἀκόντων ἱέντα ῥόμβον παρὰ σκοπὸν οὐ χρὴ τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν.
Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼν Ὀλιγαιθίδαισίν τ ἔβαν ἐπίκουρος. Ἰσθμοῖ τά τ ἐν Νεμέᾳ παύρῳ ἔπει θήσω φανέρ ἀθρό, ἀλαθής τέ μοι ἔξορκος ἐπέσσεται ἑξηκοντάκι δὴ ἀμφοτέρωθεν ἁδύγλωσσος βοὰ κάρυκος ἐσλοῦ.
τὰ δ Ὀλυμπίᾳ αὐτῶν ἐοίκεν ἤδη πάροιθε λελέχθαι:
τά τ ἐσσόμενα τότ ἂν φαίην σαφές: νῦν δ ἔλπομαι μέν, ἐν θεῷ γε μὰν τέλος: εἰ δὲ δαίμων γενέθλιος ἑρ´ποι, δι τοῦτ Ἐνυαλίῳ τ ἐκδώσομεν πράσσειν. τὰ δ ὑπ ὀφρύϊ Παρνασσίᾳ ἕξ:
Πέλλανά τε καὶ Σικυὼν καὶ Μέγαρ Αἰακιδᾶν τ εὐερκὲς ἄλσος, ἅ τ Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών, ταί θ ὑπ Αἴτνας ὑψιλόφου καλλίπλουτοι πόλιες, ἅ τ Εὔβοια:
καὶ πᾶσαν κατὰ Ἑλλάδ εὑρήσεις ἐρευνῶν μάσσον ἢ ὡς ἰδέμεν.
ἄνα, κούφοισιν ἐκνεῦσαι ποσίν: Ζεῦ τέλει, αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기