- 텍스트

Pindar, Odes, olympian odes, olympian 11 ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΨΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤῌ?

(핀다르, Odes, olympian odes, olympian 11 ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΨΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤῌ)

ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα χρῆσις, ἔστιν δ οὐρανίων ὑδάτων, ὀμβρίων παίδων νεφέλας. εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι ὑστέρων ἀρχὰ λόγων τέλλεται καὶ πιστὸν ὁρ´κιον μεγάλαις ἀρεταῖς. ἀφθόνητος δ αἶνος Ὀλυμπιονίκαις οὗτος ἄγκειται.

τὰ μὲν ἁμετέρα γλῶσσα ποιμαίνειν ἐθέλει: ἐκ θεοῦ δ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως.

ἴσθι νῦν, Ἀρχεστράτου παῖ, τεᾶς, Ἁγησίδαμε, πυγμαχίας ἕνεκεν κόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίας ἁδυμελῆ κελαδήσω, Ζεφυρίων, Λοκρῶν γενεὰν ἀλέγων. ἔνθα συγκωμάξατ:

ἐγγυάσομαι ὔμμιν, ὦ Μοῖσαι, φυγόξενον στρατὸν μηδ ἀπείρατον καλῶν, ἀκρόσοφον δὲ καὶ αἰχματὰν ἀφίξεσθαι. ἐμφυὲς οὔτ αἴθων ἀλώπηξ οὔτ ἐρίβρομοι λέοντες διαλλάξαντο ἦθος.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION