- 텍스트

Pindar, Odes, olympian odes, olympian 10 ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΥΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤῌ?

(핀다르, Odes, olympian odes, olympian 10 ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΥΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤῌ)

τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι Ἀρχεστράτου παῖδα, πόθι φρενὸς ἐμᾶς γέγραπται: γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθ: ὦ Μοῖς, ἀλλὰ σὺ καὶ θυγάτηρ Ἀλάθεια Διός, ὀρθᾷ χερὶ ἐρύκετον ψευδέων ἐνιπὰν ἀλιτόξενον. ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος ἐμὸν καταίσχυνε βαθὺ χρέος.

ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος:

ὁρᾶτ ὦν νῦν ψᾶφον ἑλισσομέναν ὅπα κῦμα κατακλύσσει ῥέον, ὅπα τε κοινὸν λόγον φίλαν τίσομεν ἐς χάριν. νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων, μέλει τέ σφισι Καλλιόπα καὶ χάλκεος Ἄρης.

τράπε δὲ Κύκνεια μάχα καὶ ὑπέρβιον Ἡρακλέα.

πύκτας δ ἐν Ὀλυμπιάδι νικῶν Ἴλᾳ φερέτω χάριν Ἁγησίδαμος ὡς Ἀχιλεῖ Πάτροκλος. θήξαις δέ κε φύντ ἀρετᾷ ποτὶ πελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ: ἄπονον δ ἔλαβον χάρμα παῦροί τινες, ἔργων πρὸ πάντων βιότῳ φάος.

ὅτι πρόσθε ποτὲ Τιρύνθιον ἔπερσαν αὐτῷ στρατὸν μυχοῖς ἥμενον Ἄλιδος Μολίονες ὑπερφίαλοι.

καὶ μὰν ξεναπάτας Ἐπειῶν βασιλεὺς ὄπιθεν οὐ πολλὸν ἴδε πατρίδα πολυκτέανον ὑπὸ στερεῷ πυρὶ πλαγαῖς τε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄτας ἵζοισαν ἑὰν πόλιν.

νεῖκος δὲ κρεσσόνων ἀποθέσθ ἄπορον. ἁλώσιος ἀντάσαις θάνατον αἰπὺν οὐκ ἐξέφυγεν.

ὁ δ ἄρ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατὸν λαίαν τε πᾶσαν Διὸς ἄλκιμος υἱὸς σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ:

μετὰ δώδεκ ἀνάκτων θεῶν.

καὶ πάγον Κρόνου προσεφθέγξατο: πρόσθε γὰρ νώνυμνος, ἇς Οἰνόμαος ἆρχε, βρέχετο πολλᾷ νιφάδι.

ταύτᾳ δ ἐν πρωτογόνῳ τελετᾷ παρέσταν μὲν ἄρα Μοῖραι σχεδὸν ὅ τ ἐξελέγχων μόνος ἀλάθειαν ἐτήτυμον χρόνος. τὸ δὲ σαφανὲς ἰὼν πόρσω κατέφρασεν, ὅπα τὰν πολέμοιο δόσιν ἀκρόθινα διελὼν ἔθυε καὶ πενταετηρίδ ὅπως ἄρα ἔστασεν ἑορτὰν σὺν Ὀλυμπιάδι πρώτᾳ νικαφορίαισί τε.

τίς δὴ ποταίνιον ἔλαχε στέφανον χείρεσσι ποσίν τε καὶ ἁρ´ματι, ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών·

σταδίου μὲν ἀρίστευσεν εὐθὺν τόνον ποσσὶ τρέχων παῖς ὁ Λικυμνίου Οἰωνός:

ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων:

ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν: Δόρυκλος δ ἔφερε πυγμᾶς τέλος, Τίρυνθα ναίων πόλιν: ἀν ἵπποισι δὲ τέτρασιν ἀπὸ Μαντινέας Σᾶμος Ὡλιροθίου: ἄκοντι Φράστωρ ἔλασε σκοπόν:

μᾶκος δὲ Νικεὺς ἔδικε πέτρῳ χέρα κυκλώσαις ὑπὲρ ἁπάντων, καὶ συμμαχία θόρυβον παραίθυξε μέγαν: ἐν δ ἕσπερον ἔφλεξεν εὐώπιδος σελάνας ἐρατὸν φάος.

ἀείδετο δὲ πᾶν τέμενος τερπναῖσι θαλίαις τὸν ἐγκώμιον ἀμφὶ τρόπον.

ἀρχαῖς δὲ προτέραις ἑπόμενοι καί νῦν ἐπωνυμίαν χάριν νίκας ἀγερώχου, κελαδησόμεθα βροντὰν καὶ πυρπάλαμον βέλος ὀρσικτύπου Διός, ἐν ἅπαντι κράτει αἴθωνα κεραυνὸν ἀραρότα. χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων, τὰ παρ εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν:

ἀλλ ὥτε παῖς ἐξ ἀλόχου πατρὶ ποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη, μάλα δέ οἱ θερμαίνει φιλότατι νόον:

ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμένα ἐπακτὸν ἀλλότριον, θνᾴσκοντι στυγερώτατος: καὶ ὅταν καλὰ ἔρξαις ἀοιδᾶς ἄτερ, Ἁγησίδαμ, εἰς Αἴ¨δα σταθμὸν ἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ βραχύ τι τερπνόν.

τὶν δ ἁδυεπής τε λύρα γλυκύς τ αὐλὸς ἀναπάσσει χάριν: τρέφοντι δ εὐρὺ κλέος κόραι Πιερίδες Διός.

ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνος Λοκρῶν ἀμφέπεσον μέλιτι εὐάνορα πόλιν καταβρέχων:

παῖδ ἐρατὸν <δ> Ἀρχεστράτου αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ βωμὸν παρ Ὀλύμπιον, κεῖνον κατὰ χρόνον ἰδέᾳ τε καλὸν ὡρ´ᾳ τε κεκραμένον, ἅ ποτε ἀναιδέα Γανυμήδει μόρον ἄλαλκε σὺν Κυπρογενεῖ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION