- 텍스트

Pindar, Odes, olympian odes, olympian 9 ΕΦΑΡΜΟΣΤῼ ΟΠΟΥΝΤΙῼ ΠΑΛΑΙΣΤῌ?

(핀다르, Odes, olympian odes, olympian 9 ΕΦΑΡΜΟΣΤῼ ΟΠΟΥΝΤΙῼ ΠΑΛΑΙΣΤῌ)

τὸ μὲν Ἀρχιλόχου μέλος φωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος ὁ τριπλόος κεχλαδώς, ἄρκεσε Κρόνιον παρ ὄχθον ἁγεμονεῦσαι κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις: Δία τε φοινικοστερόπαν σεμνόν τ ἐπίνειμαι ἀκρωτήριον Ἄλιδος τοιοῖσδε βέλεσσιν, τὸ δή ποτε Λυδὸς ἡρ´ως Πέλοψ ἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας:

πτερόεντα δ ἱεί γλυκὺν Πυθώναδ ὀϊστόν:

οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγ ἐλελίζων κλεινᾶς ἐξ Ὀπόεντος: αἰνήσαις ἓ καὶ υἱόν, ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχεν μεγαλόδοξος Εὐνομία, θάλλει δ ἀρεταῖσιν σόν τε, Κασταλία, πάρα Ἀλφεοῦ τε ῥέεθρον:

ὅθεν στεφάνων ἀώτοι κλυτὰν Λοκρῶν ἐπαείροντι ματέρ ἀγλαόδενδρον.

ἐγὼ δέ τοι φίλαν πόλιν μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς, καὶ ἀγάνορος ἵππου θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ ἀγγελίαν πέμψω ταύταν, εἰ σύν τινι μοιριδίῳ παλάμᾳ ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον:

κεῖναι γὰρ ὤπασαν τὰ τέρπν:

ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμον ἄνδρες ἐγένοντ: ἐπεὶ ἀντία πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν, ἁνίκ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδᾶν ἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζων Φοῖβος, οὐδ Αἴ¨δας ἀκινήταν ἔχε ῥάβδον, βρότεα σώμαθ ᾇ κατάγει κοίλαν πρὸς ἀγυιὰν θνᾳσκόντων·

ἀπό μοι λόγον τοῦτον, στόμα, ῥῖψον:

μανίαισιν ὑποκρέκει.

μὴ νῦν λαλάγει τὰ τοιαῦτ:

ἐά πόλεμον μάχαν τε πᾶσαν χωρὶς ἀθανάτων: φέροις δὲ Πρωτογενείας ἄστει γλῶσσαν, ἵν αἰολοβρόντα Διὸς αἴσᾳ Πύρρα Δευκαλίων τε Παρνασοῦ καταβάντε δόμον ἔθεντο πρῶτον, ἄτερ δ εὐνᾶς ὁμόδαμον κτισσάσθαν λίθινον γόνον: λαοὶ δ ὀνύμασθεν.

ἔγειρ ἐπέων σφιν οἶμον λιγύν, αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δ ὕμνων νεωτέρων. λέγοντι μὰν χθόνα μὲν κατακλύσαι μέλαιναν ὕδατος σθένος, ἀλλὰ Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας ἄντλον ἑλεῖν.

Λοκρῷ, μὴ καθέλοι μιν αἰὼν πότμον ἐφάψαις ὀρφανὸν γενεᾶς.

ἔχεν δὲ σπέρμα μέγιστον ἄλοχος, εὐφράνθη τε ἰδὼν ἡρ´ως θετὸν υἱόν, μάτρωος δ ἐκάλεσσέ νιν ἰσώνυμον ἔμμεν, ὑπέρφατον ἄνδρα μορφᾷ τε καὶ ἔργοισι. πόλιν δ ὤπασεν λαόν τε διαιτᾶν.

ἀφίκοντο δέ οἱ ξένοι, ἔκ τ Ἄργεος ἔκ τε Θηβᾶν, οἱ δ Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται:

υἱὸν δ Ἄκτορος ἐξόχως τίμασεν ἐποίκων Αἰγίνας τε Μενοίτιον: τοῦ παῖς ἅμ Ἀτρείδαις Τεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖ μόνος, ὅτ ἀλκᾶντας Δαναοὺς τρέψαις ἁλίαισιν πρύμναις Τήλεφος ἔμβαλεν: ὥστ ἔμφρονι δεῖξαι μαθεῖν Πατρόκλου βιατὰν νόον.

παραγορεῖτο μή ποτε σφετέρας ἄτερθε ταξιοῦσθαι δαμασιμβρότου αἰχμᾶς.

εἰήν εὑρησιεπὴς ἀναγεῖσθαι πρόσφορος ἐν Μοισᾶν δίφρῳ:

τόλμα δὲ καὶ ἀμφιλαφὴς δύναμις ἕσποιτο. προξενίᾳ δ ἀρετᾷ τ ἦλθον τιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις, ὅτ ἀμφότεροι κράτησαν μίαν ἔργον ἀν ἁμέραν. ἄλλαι δὲ δύ ἐν Κορίνθου πύλαις ἐγένοντ ἔπειτα χάρμαι, ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον:

Ἄργει τ ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δ ἐν Ἀθάναις, οἱο῀ν δ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων μένεν ἀγῶνα πρεσβυτέρων ἀμφ ἀργυρίδεσσιν:

διήρχετο κύκλον ὅσσᾳ βοᾷ, ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις.

τὰ δὲ Παρρασίῳ στρατῷ θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου, καὶ ψυχρᾶν ὁπότ εὐδιανὸν φάρμακον αὐρᾶν Πελλάνᾳ φέρε:

σύνδικος δ αὐτῷ Ιὀλάου τύμβος εἰναλία τ Ἐλευσὶς ἀγλαΐαισιν. τὸ δὲ φυᾷ κράτιστον ἅπαν:

πολλοὶ δὲ διδακταῖς ἀνθρώπων ἀρεταῖς κλέος ὤρουσαν ἀρέσθαι. ἄνευ δὲ θεοῦ σεσιγαμένον οὐ σκαιότερον χρῆμ ἕκαστον. ὁδῶν ὁδοὶ περαίτεραι, μία δ οὐχ ἅπαντας ἄμμε θρέψει μελέτα:

σοφίαι μὲν αἰπειναί:

τοῦτο δὲ προσφέρων ἆθλον, ὄρθιον ὤρυσαι θαρσέων, τόνδ ἀνέρα δαιμονίᾳ γεγάμεν εὔχειρα, δεξιόγυιον, ὁρῶντ ἀλκάν, Αἰάντειόν τ ἐν δαιτὶ Ἰλιάδα νικῶν ἐπεστεφάνωσε βωμόν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION