- 텍스트

Pindar, Odes, olympian odes, olympian 8 ΑΛΚΙΜΕΔΟΝΤΙ ΑΙΓΙΝΗΤῌ ΠΑΙΔΙ ΠΑΛΑΙΣΤῌ?

(핀다르, Odes, olympian odes, olympian 8 ΑΛΚΙΜΕΔΟΝΤΙ ΑΙΓΙΝΗΤῌ ΠΑΙΔΙ ΠΑΛΑΙΣΤῌ)

μᾶτερ ὦ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία, δέσποιν ἀλαθείας: ἵνα μάντιες ἄνδρες ἐμπύροις τεκμαιρόμενοι παραπειρῶνται Διὸς ἀργικεραύνου, εἴ τιν ἔχει λόγον ἀνθρώπων πέρι μαιομένων μεγάλαν ἀρετὰν θυμῷ λαβεῖν, τῶν δὲ μόχθων ἀμπνοάν: ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς.

ἀλλ ὦ Πίσας εὔδενδρον ἐπ Ἀλφεῷ ἄλσος, τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι. μέγα τοι κλέος αἰεί, ᾧτινι σὸν γέρας ἕσπητ ἀγλαόν: ἄλλα δ ἐπ ἄλλον ἔβαν ἀγαθῶν, πολλαὶ δ ὁδοὶ σὺν θεοῖς εὐπραγίας. Τιμόσθενες, ὔμμε δ ἐκλάρωσεν πότμος Ζηνὶ γενεθλίῳ:

ὃς σὲ μὲν Νεμέᾳ πρόφατον, Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ θῆκεν Ὀλυμπιονίκαν.

ἦν δ ἐσορᾶν καλός, ἔργῳ τ οὐ κατὰ εἶδος ἐλέγχων ἐξένεπε κρατέων πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν: ἔνθα σώτειρα Διὸς ξενίου πάρεδρος ἀσκεῖται Θέμις ἔξοχ ἀνθρώπων. ὅ τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ, ὀρθᾷ διακρίνειν φρενὶ μὴ παρὰ καιρόν, δυσπαλές:

τεθμὸς δέ τις ἀθανάτων καὶ τάνδ ἁλιερκέα χώραν παντοδαποῖσιν ὑπέστασε ξένοις κίονα δαιμονίαν ὁ δ ἐπαντέλλων χρόνος τοῦτο πράσσων μὴ κάμοι Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ: τὸν παῖς ὁ Λατοῦς εὐρυμέδων τε Ποσειδᾶν, Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦξαι, καλέσαντο συνεργὸν τείχεος, ἦν ὅτι νιν πεπρωμένον ὀρνυμένων πολέμων πτολιπόρθοις ἐν μάχαις λάβρον ἀμπνεῦσαι καπνόν.

γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον, πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον, αὖθι δ ἀτυζομένω ψυχὰς βάλον:

εἷς δ ἀνόρουσε βοάσαις.

ἔννεπε δ ἀντίον ὁρμαίνων τέρας εὐθὺς, Ἀπόλλων: " Πέργαμος ἀμφὶ τεαῖς, ἡρ´ως, χερὸς ἐργασίαι ἁλίσκεται: πεμφθὲν βαρυγδούπου Διός:

οὐκ ἄτερ παίδων σέθεν, ἀλλ ἅμα πρώτοις ῥάζεται καὶ τερτάτοις.

" ὣς ἆρα θεὸς σάφα εἴπαις Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίππους καὶ ἐς Ἴστρον ἐλαύνων. καὶ Κορίνθου δειράδ ἐποψόμενος δαιτικλυτάν.

τερπνὸν δ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν.

εἰ δ ἐγὼ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ, μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος: καὶ Νεμέᾳ γὰρ ὁμῶς ἐρέω ταύταν χάριν, τὰν δ ἔπειτ ἀνδρῶν μάχαν ἐκ παγκρατίου. τὸ διδάξασθαι δέ τοι εἰδότι ῥᾴτερον:

ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν: κουφότεραι γὰρ ἀπειράτων φρένες.

κεῖνα δὲ κεῖνος ἂν εἴποι ἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσει ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν. νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων νίκαν τριακοστὰν ἑλών: ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δ οὐκ ἀμπλακὼν ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον, πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένος γήραος ἀντίπαλον.

Αἴ¨δα τοι λάθεται ἄρμενα πράξαις ἀνήρ.

ἀλλ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι χειρῶν ἀώτον Βλεψιάδαις ἐπίνικον, ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπ ἀγώνων.

ἔστι δὲ καί τι θανόντεσσιν μέρος κὰν νόμον ἐρδομένων:

κατακρύπτει δ οὐ κόνις συγγόνων κεδνὰν χάριν. Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸν κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει ὤπασεν.

ἐσλὰ δ ἐπ ἐσλοῖς ἔργ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.

εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ Νέμεσιν διχόβουλον μὴ θέμεν: ἀλλ ἀπήμαντον ἄγων βίοτον αὐτούς τ ἀέξοι καὶ πόλιν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION