호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἵκοντο δ ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου: ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν ψευδέων ἄγνωστον, εὖτ ἂν δὲ θρασυμάχανος ἐλθὼν Ἡρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρὶ ἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων, Ζηνὸς ἐπ ἀκροτάτῳ βωμῷ τότ αὖ χρηστήριον θέσθαι κέλευσεν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기