호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἑπτὰ δ ἔπειτα πυρᾶν νεκρῶν τελεσθεισᾶν Ταλαϊονίδας εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος: "ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς, ἀμφότερον μάντιν τ ἀγαθὸν καὶ δουρὶ μάρνασθαι. " τὸ καὶ ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ. οὔτε δύσηρις ἐὼν οὔτ ὦν φιλόνικος ἄγαν, καὶ μέγαν ὁρ´κον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως μαρτυρήσω:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기