- 텍스트

Pindar, Odes, olympian odes, olympian 6 ΑΓΗΣΙᾼ ΣΥΡΑΚΟΣΙῼ ΑΠΗΝῌ?

(핀다르, Odes, olympian odes, olympian 6 ΑΓΗΣΙᾼ ΣΥΡΑΚΟΣΙῼ ΑΠΗΝῌ)

χρυσέας ὑποστάσαντες εὐτειχεῖ προθύρῳ θαλάμου κίονας, ὡς ὅτε θαητὸν μέγαρον πάξομεν: ἀρχομένου δ ἔργου πρόσωπον χρὴ θέμεν τηλαυγές. εἰ δ εἰή μὲν Ὀλυμπιονίκας, βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ, συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσσᾶν: κεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς·

ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ ἔχων Σωστράτου υἱός.

ἀκίνδυνοι δ ἀρεταὶ οὔτε παρ ἀνδράσιν οὔτ ἐν ναυσὶ κοίλαις τίμιαι: πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ. ἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτ ἐς Ἀμφιάρηον φθέγξατ, ἐπεὶ κατὰ γαῖ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.

ἑπτὰ δ ἔπειτα πυρᾶν νεκρῶν τελεσθεισᾶν Ταλαϊονίδας εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος:

"ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς, ἀμφότερον μάντιν τ ἀγαθὸν καὶ δουρὶ μάρνασθαι. " τὸ καὶ ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ. οὔτε δύσηρις ἐὼν οὔτ ὦν φιλόνικος ἄγαν, καὶ μέγαν ὁρ´κον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως μαρτυρήσω: μελίφθογγοι δ ἐπιτρέψοντι Μοῖσαι.

ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων, ᾇ τάχος, ὄφρα κελεύθῳ τ ἐν καθαρᾷ βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν καὶ γένος:

κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ ἐπεὶ δέξαντο:

χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς: πρός Πιτάναν δὲ παρ Εὐρώτα πόρον δεῖ σάμερόν μ ἐλθεῖν ἐν ὡρ´ᾳ: ἅ τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν.

κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις:

κυρίῳ δ ἐν μηνὶ πέμποις ἀμφιπόλους ἐκέλευσεν ἡρ´ωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος, ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχε τ Ἀλφεὸν οἰκεῖν: ἔνθα τραφεῖς ὑπ Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυς Ἀφροδίτας. οὐδ ἔλαθ Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.

ἀλλ ὁ μὲν Πυθώναδ, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ, ᾤχετ ἰὼν μαντευσόμενος ταύτας περ ἀτλάτου πάθας. ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα κάλπιδά τ ἀργυρέαν, λόχμας ὑπὸ κυανέας τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν ὁ Χρυσοκόμας πραΰμητίν τ Ἐλείθυιαν παρέστασέν τε Μοίρας:

ἦλθεν δ ὑπὸ σπλάγχνων ὑπ ὠδῖνός τ ἐρατᾶς Ιἄμος ἐς φάος αὐτίκα.

τὸν μὲν κνιζομένα λεῖπε χαμαί: δύο δὲ γλαυκῶπες αὐτὸν δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δ ἐπεὶ πετραέσσας ἐλαύνων ἵκετ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι:

Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν πατρός, περὶ θνατῶν δ ἔσεσθαι μάντιν ἐπιχθονίοις ἔξοχον, οὐδέ ποτ ἐκλείψειν γενεάν. ὣς ἄρα μάνυε. τοὶ δ οὔτ ὦν ἀκοῦσαι οὔτ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον.

ἀλλ ἐν κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τ ἐν ἀπειράτῳ, ἰών ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρὸν σῶμα: τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ τοῦτ ὄνυμ ἀθάνατον.

τερπνᾶς δ ἐπεὶ χρυσοστεφάνοιο λάβεν καρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδᾶν εὐρυβίαν, ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν, αἰτέων λαοτρόφον τιμάν τιν ἑᾷ κεφαλᾷ, νυκτὸς ὑπαίθριος.

ἀντεφθέγξατο δ ἀρτιεπὴς πατρία ὄσσα, μετάλλασέν τέ νιν:

"ὄρσο, τέκος, δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν. ἵκοντο δ ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου:

ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν ψευδέων ἄγνωστον, εὖτ ἂν δὲ θρασυμάχανος ἐλθὼν Ἡρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρὶ ἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων, Ζηνὸς ἐπ ἀκροτάτῳ βωμῷ τότ αὖ χρηστήριον θέσθαι κέλευσεν. ἐξ οὗ πολύκλειτον καθ Ἕλλανας γένος Ιἀμιδᾶν.

ὄλβος ἅμ ἕσπετο: τιμῶντες δ ἀρετὰς ἐς φανερὰν ὁδὸν ἔρχονται. τεκμαίρει χρῆμ ἕκαστον: μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν. εἰ δ ἐτύμως ὑπὸ Κυλλάνας ὁρ´οις, Ἁγησία, μάτρωες ἄνδρες ναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαις πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τ ἀέθλων Ἀρκαδίαν τ εὐάνορα τιμᾷ:

κεῖνος, ὦ παῖ Σωστράτου, σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.

δόξαν ἔχω τιν ἐπὶ γλώσσᾳ ἀκόνας λιγυρᾶς, ἅ μ ἐθέλοντα προσέρπει καλλιρόοισι πνοαῖς:

ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα, πλάξιππον ἃ Θήβαν ἔτικτεν, τᾶς ἐρατεινὸν ὕδωρ πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων ποικίλον ὕμνον. Αἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι, γνῶναί τ ἔπειτ, ἀρχαῖον ὄνειδος ἀλαθέσιν λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν.

ἐσσὶ γὰρ ἄγγελος ὀρθός, ἠϋκόμων σκυτάλα Μοισᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν: εἰπὸν δὲ μεμνᾶσθαι Συρακοσσᾶν τε καὶ Ὀρτυγίας:

τὰν Ιἕρων καθαρῷ σκάπτῳ διέπων, ἄρτια μηδόμενος, φοινικόπεζαν ἀμφέπει Δάματρα, λευκίππου τε θυγατρὸς ἑορτάν, καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νιν λύραι μολπαί τε γιγνώσκοντι.

μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων. οἴκοθεν οἴκαδ ἀπὸ Στυμφαλίων τειχέων ποτινισσόμενον, ματέρ εὐμήλοιο λείποντ Ἀρκαδίας.

ἀγαθαὶ δὲ πέλοντ ἐν χειμερίᾳ νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύ ἄγκυραι.

θεὸς τῶν τε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων. δέσποτα ποντομέδων, εὐθὺν δὲ πλόον καμάτων ἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις Ἀμφιτρίτας, ἐμῶν δ ὕμνων ἀέξ εὐτερπὲς ἄνθος.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION