- 텍스트

Pindar, Odes, olympian odes, olympian 5 ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙῼ ΑΠΗΝΗ?

(핀다르, Odes, olympian odes, olympian 5 ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙῼ ΑΠΗΝΗ)

ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἀώτον γλυκὺν τῶν Οὐλυμπίᾳ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖ ἀκαμαντόποδός τ ἀπήνας δέκευ Ψαύμιός τε δῶρα: βωμοὺς ἓξ διδύμους ἐγέραιρεν ἑορταῖς θεῶν μεγίσταις ὑπὸ βουθυσίαις ἀέθλων τε πεμπαμέροις ἁμίλλαις, ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε.

τὶν δὲ κῦδος ἁβρόν νικάσαις ἀνέθηκε, καὶ ὃν πατέρ Ἄκρων ἐκάρυξε καὶ τὰν νέοικον ἕδραν.

κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος, ἀπ ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν:

αἰεὶ δ ἀμφ ἀρεταῖσι πόνος δαπάνα τε μάρναται πρὸς ἔργον κινδύνῳ κεκαλυμμένον:

ἠῢ δ ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν. δαιδάλλειν, σέ τ, Ὀλυμπιόνικε, Ποσειδανίαισιν ἵπποις ἐπιτερπόμενον φέρειν γῆρας εὔθυμον ἐς τελευτάν, υἱῶν, Ψαῦμι, παρισταμένων.

ὑγίεντα δ εἴ τις ὄλβον ἄρδει, ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION