호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος Ζεῦ: τεαὶ γὰρ ὡρ῀αι ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μ ἔπεμψαν ὑψηλοτάτων μάρτυρ ἀέθλων. ξείνων δ εὖ πρασσόντων ἔσαναν αὐτίκ ἀγγελίαν ποτὶ γλυκεῖαν ἐσλοί. χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν.
Ψαύμιος γὰρ ἵκει ὀχέων, ὅς, ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι, κῦδος ὄρσαι σπεύδει Καμαρίνᾳ. θεὸς εὔφρων εἰή λοιπαῖς εὐχαῖς: ἐπεί νιν αἰνέω μάλα μὲν τροφαῖς ἑτοῖμον ἵππων, χαίροντά τε ξενίαις πανδόκοις καὶ πρὸς ἁσυχίαν φιλόπολιν καθαρᾷ γνώμᾳ τετραμμένον.
οὐ ψεύδεϊ τέγξω λόγον: διάπειρά τοι βροτῶν ἔλεγχος:
ἅπερ Κλυμένοιο παῖδα Λαμνιάδων γυναικῶν ἔλυσεν ἐξ ἀτιμίας.
χαλκέοισι δ ἐν ἔντεσι νικῶν δρόμον ἐείπεν Ὑψιπυλείᾳ μετὰ στέφανον ἰών: " οὗτος ἐγὼ ταχυτᾶτι: χεῖρες δὲ καὶ ἦτορ ἴσον. φύονται δὲ καὶ νέοις ἐν ἀνδράσιν πολιαὶ θαμὰ καὶ παρὰ τὸν ἁλικίας ἐοικότα χρόνον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기