- 텍스트

Pindar, Odes, olympian odes, olympian 3 ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ ΕΙΣ ΘΕΟΞΕΝΙΑ?

(핀다르, Odes, olympian odes, olympian 3 ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ ΕΙΣ ΘΕΟΞΕΝΙΑ)

Τυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν καλλιπλοκάμῳ θ Ἑλένᾳ κλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι, Θήρωνος Ὀλυμπιονίκαν ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδων ἵππων ἀώτον. Μοῖσα δ οὕτω ποι παρέστα μοι νεοσίγαλον εὑρόντι τρόπον Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ ἀγλαόκωμον. ἐπεὶ χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοι πράσσοντί με τοῦτο θεόδματον χρέος, φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν αὐλῶν ἐπέων τε θέσιν Αἰνησιδάμου παιδὶ συμμῖξαι πρεπόντως, ἅ τε Πίσα με γεγωνεῖν:

τᾶς ἄπο θεόμοροι νίσοντ ἐπ ἀνθρώπους ἀοιδαί, ᾧ τινι, κραίνων ἐφετμὰς Ἡρακλέος προτέρας, ἀτρεκὴς Ἑλλανοδίκας γλεφάρων Αἰτωλὸς ἀνὴρ ὑψόθεν ἀμφὶ κόμαισι βάλῃ γλαυκόχροα κόσμον ἐλαίας: δᾶμον Ὑπερβορέων πείσαις Ἀπόλλωνος θεράποντα λόγῳ.

πιστὰ φρονέων Διὸς αἴτει πανδόκῳ ἄλσει σκιαρόν τε φύτευμα ξυνὸν ἀνθρώποις στέφανόν τ ἀρετᾶν.

καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδ ἁμᾶ θῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ:

ἀλλ οὐ καλὰ δένδρε ἔθαλλεν χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος.

τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἁλίου. δὴ τότ ἐς γαῖαν πορεύεν θυμὸς ὡρ´μα Ἰστρίαν νιν: εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυ ἀνάγκα πατρόθεν χρυσόκερων ἔλαφον θήλειαν ἄξονθ, ἅν ποτε Ταϋγέτα ἀντιθεῖς Ὀρθωσίᾳ ἔγραψεν ἱράν.

τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιᾶς ὄπιθεν Βορέα ψυχροῦ.

τόθι δένδρεα θάμβαινε σταθείς. τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεται σὺν βαθυζώνου διδύμοις παισὶ Λήδας.

τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδ ἰὼν θαητὸν ἀγῶνα νέμειν ἀνδρῶν τ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου διφρηλασίας.

Θήρωνί τ ἐλθεῖν κῦδος, εὐΐππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶν ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις, εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς.

εἰ δ ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος, νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται οἴκοθεν Ἡρακλέος σταλᾶν. τὸ πόρσω δ ἔστι σοφοῖς ἄβατον κἀσόφοις. οὔ νιν διώξω:

κεινὸς εἰήν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION