호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου: εἰ δ ἀέθλα γαρύεν ἔλδεαι, φίλον ἦτορ, μηκέθ ἁλίου σκόπει ἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον ἐρήμας δι αἰθέρος, μηδ Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν: θεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμάλῳ Σικελίᾳ, δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν, ἀγλαΐζεται δὲ καὶ μουσικᾶς ἐν ἀώτῳ, οἱᾶ παίζομεν φίλαν ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν.
νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν, ὅτε παρ Ἀλφεῷ σύτο, δέμας ἀκέντητον ἐν δρόμοισι παρέχων, κράτει δὲ προσέμιξε δεσπόταν, Συρακόσιον ἱπποχάρμαν βασιλῆα.
λάμπει δέ οἱ κλέος ἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ: τοῦ μεγασθενὴς ἐράσσατο γαιάοχος Ποσειδᾶν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθὼ ἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον.
Χάρις δ, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς, ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστὸν ἔμμεναι τὸ πολλάκις:
ἁμέραι δ ἐπίλοιποι μάρτυρες σοφώτατοι.
ἔστι δ ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά: μείων γὰρ αἰτία. δαμέντα φρένας ἱμέρῳ χρυσέαισί τ ἀν ἵπποις ὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι, ἔνθα δευτέρῳ χρόνῳ ἦλθε καὶ Γανυμήδης Ζηνὶ τωὔτ ἐπὶ χρέος.
τραπέζαισί τ, ἀμφὶ δεύτατα, κρεῶν σέθεν διεδάσαντο καὶ φάγον.
ἐμοὶ δ ἄπορα γαστρίμαργον μακάρων τιν εἰπεῖν.
ἀφίσταμαι. ἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους. εἰ δὲ δή τιν ἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ ἐτίμασαν, ἦν Τάνταλος οὗτος: ἄταν ὑπέροπλον, ἅν οἱ πατὴρ ὑπερκρέμασε καρτερὸν αὐτῷ λίθον, τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν εὐφροσύνας ἀλᾶται.
ἔχει δ ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον, μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτων ὅτι κλέψαις ἁλίκεσσι συμπόταις νέκταρ ἀμβροσίαν τε δῶκεν, οἷσιν ἄφθιτον θῆκαν.
εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν ἔρδων, ἁμαρτάνει.
τοὔνεκα προῆκαν υἱὸν ἀθάνατοί οἱ πάλιν μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος. πρὸς εὐάνθεμον δ ὅτε φυὰν λάχναι νιν μέλαν γένειον ἔρεφον. ἑτοῖμον ἀνεφρόντισεν γάμον Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν σχεθέμεν.
ἐγγὺς ἐλθὼν πολιᾶς ἁλὸς οἰο῀ς ἐν ὄρφνᾳ ἄπυεν βαρύκτυπον Εὐτρίαιναν:
ὁ δ αὐτῷ πὰρ ποδὶ σχεδὸν φάνη. τῷ μὲν εἶπε:
"φίλια δῶρα Κυπρίας ἄγ εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον, ἐμὲ δ ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων ἐς Ἆλιν, κράτει δὲ πέλασον. ἐπεὶ τρεῖς τε καὶ δέκ ἄνδρας ὀλέσαις ἐρῶντας ἀναβάλλεται γάμον θυγατρός. ὁ μέγας δὲ κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει. θανεῖν δ οἷσιν ἀνάγκα, τί κέ τις ἀνώνυμον γῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν, ἁπάντων καλῶν ἄμμορος·
ἀλλ ἐμοὶ μὲν οὗτος ἀέθλος ὑποκείσεται: τὺ δὲ πρᾶξιν φίλαν δίδοι. " ὣς ἔννεπεν: οὐδ ἀκράντοις ἐφάψατ ὦν ἔπεσι. ἔδωκεν δίφρον τε χρύσεον πτεροῖσίν τ ἀκάμαντας ἵππους.
ἕλεν δ Οἰνομάου βίαν παρθένον τε σύνευνον:
τέκε τε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς. νῦν δ ἐν αἱμακουρίαις ἀγλααῖσι μέμικται, Ἀλφεοῦ πόρῳ κλιθείς, τύμβον ἀμφίπολον ἔχων πολυξενωτάτῳ παρὰ βωμῷ. τὸ δὲ κλέος τηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων ἐν δρόμοις Πέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεται ἀκμαί τ ἰσχύος θρασύπονοι: ὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον ἔχει μελιτόεσσαν εὐδίαν ἀέθλων γ ἕνεκεν.
τὸ δ αἰεὶ παράμερον ἐσλὸν ὕπατον ἔρχεται παντὶ βροτῶν.
ἐμὲ δὲ στεφανῶσαι κεῖνον ἱππίῳ νόμῳ Αἰοληΐδι μολπᾷ χρή: πέποιθα δὲ ξένον μή τιν, ἀμφότερα καλῶν τε ἴδριν ἁμᾷ καὶ δύναμιν κυριώτερον, τῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς. θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται ἔχων τοῦτο κᾶδος, Ιἕρων, μερίμναισιν:
σὺν ἁρ´ματι θοῷ κλεΐξειν, ἐπίκουρον εὑρὼν ὁδὸν λόγων παρ εὐδείελον ἐλθὼν Κρόνιον.
ἐμοὶ μὲν ὦν Μοῖσα καρτερώτατον βέλος ἀλκᾷ τρέφει:
ἐπ ἄλλοισι δ ἄλλοι μεγάλοι. τὸ δ ἔσχατον κορυφοῦται βασιλεῦσι. μηκέτι πάπταινε πόρσιον. εἰή σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν, ἐμέ τε τοσσάδε νικαφόροις ὁμιλεῖν, πρόφαντον σοφίᾳ καθ Ἕλλανας ἐόντα παντᾷ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기