Pausanias, Description of Greece, Λακωνικά, chapter 21 3:

(파우사니아스, Description of Greece, Λακωνικά, chapter 21 3:)

προϊόντι δὲ ὡσ ἐπὶ τὴν Πελλάναν Χαράκωμά ἐστιν ὀνομαζόμενον καὶ μετὰ τοῦτο Πελλάνα πόλισ τὸ ἀρχαῖον. Τυνδάρεων δὲ οἰκῆσαί φασιν ἐνταῦθα, ὅτε Ἱπποκόωντα καὶ τοὺσ παῖδασ ἔφευγεν ἐκ Σπάρτησ. θέασ δὲ ἄξια αὐτόθι ἰδὼν Ἀσκληπιοῦ τε οἶδα ἱερὸν καὶ τὴν πηγὴν Πελλανίδα. ἐσ ταύτην λέγουσιν ὑδρευομένην ἐσπεσεῖν παρθένον, ἀφανισθείσησ δὲ τὸ κάλυμμα ἀναφανῆναι τὸ ἐπὶ τῆσ κεφαλῆσ ἐν ἑτέρᾳ πηγῇ Λαγκίᾳ.

SEARCH

MENU NAVIGATION