- 텍스트

Pausanias, Description of Greece, Λακωνικά?, chapter 19 5:

(파우사니아스, Description of Greece, Λακωνικά, chapter 19 5:)

τοῦ δὲ ἀγάλματος τὸ βάθρον παρέχεται μὲν βωμοῦ σχῆμα, τεθάφθαι δὲ τὸν Υἅκινθον λέγουσιν ἐν αὐτῷ, καὶ Υἁκινθίοις πρὸ τῆς τοῦ Ἀπόλλωνος θυσίας ἐς τοῦτον Υἁκίνθῳ τὸν βωμὸν διὰ θύρας χαλκῆς ἐναγίζουσιν: ἐν ἀριστερᾷ δέ ἐστιν ἡ θύρα τοῦ βωμοῦ. ἐπείργασται δὲ τῷ βωμῷ τοῦτο μὲν ἄγαλμα Βίριδος, τοῦτο δὲ Ἀμφιτρίτης καὶ Ποσειδῶνος: Διὸς δὲ καὶ Ἑρμοῦ διαλεγομένων ἀλλήλοις πλησίον Διόνυσος ἑστήκασι καὶ Σεμέλη, παρὰ δὲ αὐτὴν Ἰνώ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION