호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστι δὲ καὶ ἕτερον αὐτόθι Ἀθηνᾶσ Ἐργάνησ ἱερόν. ἐσ δὲ τὴν πρὸσ μεσημβρίαν <ἰόντι> στοὰν Κοσμητᾶ τε ἐπίκλησιν Διὸσ ναὸσ καὶ Τυνδάρεω πρὸ αὐτοῦ μνῆμά ἐστιν· ἡ δὲ πρὸσ δυσμὰσ ἔχει τῶν στοῶν ἀετούσ τε δύο τοὺσ ὄρνιθασ καὶ ἴσασ ἐπ’ αὐτοῖσ Νίκασ, Λυσάνδρου μὲν ἀνάθημα, τῶν δὲ ἔργων ὑπόμνημα τῶν ἀμφοτέρων, τοῦ τε περὶ Ἔφεσον, ὅτε Ἀντίοχον τὸν Ἀλκιβιάδου κυβερνήτην καὶ Ἀθηναίων τριήρεισ ἐνίκησε, καὶ ὕστερον ἐν Αἰγὸσ ποταμοῖσ καθεῖλεν Ἀθηναίων τὸ ναυτικόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기