호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Λακεδαιμόνιοι δὲ καὶ Λυκούργῳ τῷ θεμένῳ τοὺσ νόμουσ οἱᾶ δὴ θεῷ πεποιήκασι καὶ τούτῳ ἱερόν. τάφοσ δέ ἐστιν ὄπισθε μὲν τοῦ ναοῦ τῷ Λυκούργου παιδὶ Εὐκόσμῳ, πρὸσ δὲ τῷ βωμῷ Λαθρίασ καὶ Ἀναξάνδρασ· αἱ δὲ αὐταί τε ἦσαν δίδυμοι καὶ ἐπὶ τούτῳ σφᾶσ οἱ τ’ Ἀριστοδήμου παῖδεσ ἅτε ὄντεσ καὶ αὐτοὶ δίδυμοι λαμβάνουσι, θυγατέρεσ δὲ ἦσαν Θερσάνδρου τοῦ Ἀγαμηδίδα, βασιλεύοντοσ μὲν Κλεωναίων, τετάρτου δὲ ἀπογόνου Κτησίππου τοῦ Ἡρακλέουσ. τοῦ ναοῦ δὲ ἀπαντικρὺ μνῆμα Θεοπόμπου τοῦ Νικάνδρου, τὸ δὲ Εὐρυβιάδου Λακεδαιμονίων τριήρεσιν ἐπ’ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι ναυμαχήσαντοσ πρὸσ Μήδουσ, πλησίον δὲ Ἀστραβάκου καλούμενόν ἐστιν ἡρῷον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기