호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπίκλησισ μὲν δὴ τῆσ Ἀφροδίτησ ἐστὶν ἡ Μορφώ, κάθηται δὲ καλύπτραν τε ἔχουσα καὶ πέδασ περὶ τοῖσ ποσί· περιθεῖναι δέ οἱ Τυνδάρεων τὰσ πέδασ φασὶν ἀφομοιοῦντα τοῖσ δεσμοῖσ τὸ ἐσ τοὺσ συνοικοῦντασ τῶν γυναικῶν βέβαιον. τὸν γὰρ δὴ ἕτερον λόγον, ὡσ τὴν θεὸν πέδαισ ἐτιμωρεῖτο ὁ Τυνδάρεωσ, γενέσθαι ταῖσ θυγατράσιν ἐξ Ἀφροδίτησ ἡγούμενοσ τὰ ὀνείδη, τοῦτον οὐδὲ ἀρχὴν προσίεμαι· ἦν γὰρ δὴ παντάπασιν εὐήθεσ κέδρου ποιησάμενον ζῴδιον καὶ ὄνομα Ἀφροδίτην θέμενον ἐλπίζειν ἀμύνεσθαι τὴν θεόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기