호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τέταρτον δὲ ἠγωνίσατο πρὸσ τοὺσ ἐξ ἰσθμοῦ <ἐσ> Ἰθώμην ἀποστάντασ ἀπὸ τῶν εἱλώτων· ἀπέστησαν δὲ οὐχ ἅπαντεσ οἱ εἵλωτεσ, ἀλλὰ τὸ Μεσσηνιακὸν ἀπὸ τῶν ἀρχαίων εἱλώτων ἀποσχισθέντεσ· καί μοι καὶ τάδε ὁ λόγοσ αὐτίκα ἐπέξεισι. τότε δὲ οἱ Λακεδαιμόνιοι τοὺσ ἀποστάντασ ἀπελθεῖν ὑποσπόνδουσ εἰάσαν Τισαμενῷ καὶ τῷ ἐν Δελφοῖσ χρηστηρίῳ πειθόμενοι· τελευταῖον δὲ ὁ Τισαμενὸσ ἐμαντεύσατο ἐν Τανάγρᾳ σφίσι πρὸσ Ἀργείουσ καὶ Ἀθηναίουσ γινομένησ συμβολῆσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기