호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔθηκε δὲ καὶ Λυκοῦργοσ Λακεδαιμονίοισ τοὺσ νόμουσ ἐπὶ τῆσ Ἀγησιλάου βασιλείασ· θεῖναι δὲ αὐτὸν λέγουσιν οἱ μὲν παρὰ τῆσ Πυθίασ διδαχθέντα ὑπὲρ αὐτῶν, οἱ δὲ ὡσ Κρητικὰ ὄντα νόμιμα ἐπαγάγοιτο. τούτουσ δὲ οἱ Κρῆτεσ τοὺσ νόμουσ τεθῆναί σφισιν ὑπὸ Μίνω λέγουσι, βουλεύσασθαι δὲ ὑπὲρ τῶν νόμων οὐκ ἄνευ θεοῦ τὸν Μίνω. ᾐνίξατο δὲ καὶ Ὅμηροσ ἐμοὶ δοκεῖν περὶ τοῦ Μίνω τῆσ νομοθεσίασ ἐν τοῖσδε τοῖσ ἔπεσι· τῇσι δ’ ἐνὶ Κνωσσόσ, μεγάλη πόλισ, ἔνθα τε Μίνωσἐννέωροσ βασίλευε Διὸσ μεγάλου ὀαριστήσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기