- 텍스트

Lucian, Saturnalia, τὰ πρὸς Κρόνον? 7:

(루키아노스, Saturnalia, τὰ πρὸς Κρόνον 7:)

Τί παθὼν δέ, ὦ Κρόνε, ἀφῆκας τὴν ἀρχήν· Ἐγώ σοι φράσω: τὸ μὲν ὅλου, γέρων ἤδη καὶ ποδαγρὸς ὑπὸ τοῦ κρόνου ὤν - διὸ καὶ πεπεδῆσθαί με οἱ πολλοὶ εἴκασαν - : οὐ γὰρ ἠδυνάμην διαρκεῖν πρὸς οὕτω πολλὴν τὴν ἀδικίαν τῶν νῦν, ἀλλ᾿ ἀεὶ ἀναθεῖν ἔδει ἄνω καὶ κάτω τὸν κεραυνὸν διηρμένον τοὺς ἐπιόρκους ἢ ἱεροσύλους ἢ βιαίους καταφλέγοντα, καὶ τὸ πρᾶγμα πάνυ ἐργῶδες ἦν καὶ νεανικόν: ἐξέστην οὖν εὖ ποιῶν τῷ Διί. καὶ ἄλλως δὲ καλῶς ἔχειν ἐδόκει μοι διανείμαντα τοῖς παισὶν οὖσι τὴν ἀρχὴν αὐτὸν εὐωχεῖσθαι τὰ πολλὰ ἐφ᾿ ἡσυχίας οὔτε τοῖς εὐχομένοις χρηματίζοντα οὔτε ὑπὸ τῶν τἀναντία αἰτούντων ἐνοχλούμενον οὔτε βροντῶντα ἢ ἀστράπτοντα ἢ χάλαζαν ἐνίοτε βάλλειν ἀναγκαζόμενον: ἀλλὰ πρεσβυτικόν τινα τοῦτον ἥδιστον βίον διάγω ζωρότερον πίνων τὸ νέκταρ, τῷ Ιἀπετῷ καὶ τοῖς ἄλλοις τοῖς ἡλικιώταις προσμυθολογῶν: ὁ δὲ ἄρχει μυρία ἔχων πράγματα. πλὴν ὀλίγας ταύτας ἡμέρας ἐφ᾿ οἷς εἶπον ὑπεξελέσθαι μοι ἔδοξε καὶ ἀναλαμβάνω τὴν ἀρχήν, ὡς ὑπομνήσαιμι τοὺς ἀνθρώπους οἱο῀ς ἦν ὁ ἐπ᾿ ἐμοῦ βίος, ὁπότε ἄσπορα καὶ ἀνήροτα πάντα ἐφυετο αὐτοῖς, οὐ στάχυες, ἀλλ᾿ ἕτοιμος ἄρτος καὶ κρέα ἐσκευασμένα, καὶ ὁ οἶνος ἔρρει ποταμηδόν καὶ πηγαὶ μέλιτος καὶ γάλακτος: ἀγαθοὶ γὰρ ἦσαν καὶ χρυσοῖ ἅπαντες. αὕτη μοι ἡ αἰτία τῆς ὀλιγοχρονίου ταύτης δυναστείας, καὶ διὰ τοῦτο ἁπαν ταχοῦ κρότος καὶ ᾠδὴ καὶ παιδιὰ καὶ ἰσοτιμία πᾶσι καἰ δούλοις καὶ ἐλευθέροις: οὐδεὶς γὰρ ἐπ᾿ ἐμοῦ δοῦλος ἦν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION