- 텍스트

Lucian, Saturnalia, τὰ πρὸς Κρόνον? 2:

(루키아노스, Saturnalia, τὰ πρὸς Κρόνον 2:)

Ὁρᾷς· οὐ κατ᾿ ἐμὲ τοῦτο ᾔτησας: οὐ γὰρ ἐμὸν διανέμειν τὰ τοιαῦτα. ὥστε μὴ ἄχθου, εἰ ἀτυχήσειας αὐτῶν, ἀλλ᾿ αἴτει παρὰ τοῦ Διός, ὁπόταν εἰς ἐκεῖνον ἡ ἀρχὴ περιέλθῃ μετ᾿ ὀλίγον. ἐγὼ δ᾿ ἐπὶ ῥητοῖς παραλαμβάνω τὴν δυναστείαν: ἑπτὰ μὲν ἡμερῶν ἡ πᾶσα βασιλεία, καὶ ἢν ἐκπρόθεσμος τούτων γένωμαι, ἰδιώτης εὐθύς εἰμι καὶ τοῦ πολλοῦ δήμου εἷς: ἐν αὐταῖς δὲ ταῖς ἑπτὰ σπουδαῖον μὲν οὐδὲν οὐδὲ ἀγοραῖον διοικήσασθαί μοι συγκεχώρηται, πίνειν δὲ καὶ μεθύειν καὶ βοᾶν καὶ παίζειν καὶ κυβεύειν καὶ ἄρχοντας καθιστάναι καὶ τοὺς οἰκέτας εὐωχεῖν καὶ γυμνὸν ᾅδειν καὶ κροτεῖν ὑποτρέμοντα, ἐνίοτε δὲ καὶ ἐς ὕδωρ ψυχρὸν ἐπὶ κεφαλὴν ὠθεῖσθαι ἀσβόλῳ κεχρισμένον τὸ πρόσωπον, ταῦτα ἐφεῖταί μοι ποιεῖν. τὰ μεγάλα δὲ ἐκεῖνα, τὸν πλοῦτον καὶ τὸ χρυσίον, ὁ Ζεὺς διαδίδωσιν οἷς ἂν ἐθέλῃ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION