호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τί ἂν λέγοιμεν· ὁμομητρίους, ὦ Διόνυσε, ἀδελφοὺς εἶναι Ἔρωτα καὶ Ἑρμαφρόδιτον καὶ Πρίαπον ἀνομοιοτάτους ὄντας τὰς μορφὰς καὶ τὰ ἐπιτηδεύματα· ὁ μὲν γὰρ πάγκαλος καὶ τοξότης καὶ δύναμιν οὐ μικρὰν περιβεβλημένος ἁπάντων ἄρχων, ὁ δὲ θῆλυς καὶ ἡμίανδρος καὶ ἀμφίβολος τὴν ὄψιν: οὐκ ἂν διακρίναις εἴτ᾿ ἔφηβός ἐστιν εἴτε καὶ παρθένος: ὁ δὲ καὶ πέρα τοῦ εὐπρεποῦς ἀνδρικὸς ὁ Πρίαπος. Μηδὲν θαυμάσῃς, ὦ Ἄπολλον: οὐ γὰρ Ἀφροδίτη αἰτία τούτου, ἀλλὰ οἱ πατέρες διάφοροι γεγενημένοι, ὅπου γε καὶ ὁμοπάτριοι πολλάκις ἐκ μιᾶς γαστρός, ὁ μὲν ἄρσην, ἡ δὲ θήλεια, ὥσπερ ὑμεῖς, γίνονται. Ναί:
ἀλλ᾿ ἡμεῖς ὅμοιοί ἐσμεν καὶ ταὐτὰ ἐπιτηδεύομεν: τοξόται γὰρ ἄμφω. Μέχρι μὲν τόξου τὰ αὐτά, ὦ Ἄπολλον, ἐκεῖνα δὲ οὐχ ὅμοια, ὅτι ἡ μὲν Ἄρτεμις ξενοκτονεῖ ἐν Σκύθαις, σὺ δὲ μαντεύῃ καὶ ἰᾷ τοὺς κάμνοντας. Οἰεί γὰρ τὴν ἀδελφὴν χαίρειν τοῖς Σκύθαις. ἥ γε καὶ παρεσκεύασται, ἤν τις Ἕλλην ἀφίκηταί ποτε ές τὴν Ταυρικήν, συνεκπλεῦσαι μετ᾿ αὐτοῦ μυσαττομένη τὰς σφαγάς· Εὖ γε ἐκείνη ποιοῦσα.
ὁ μέντοι Πρίαπος, γελοῖον γάρ τί σοι διηγήσομαι, πρῴην ἐν Λαμψάκῳ γενόμενος, ἐγὼ μὲν παρῄειν τὴν πόλιν, ὁ δὲ ὑποδεξάμενός με καὶ ξενίσας παῤ αὑτῷ, ἐπειδὴ ἀνεπαυσάμεθα ἐν τῷ συμποσίῳ ἱκανῶς ὑποβεβρεγμένοι, κατ᾿ αὐτάς που μέσας νύκτας ἐπαναστὰς ὁ γενναῖος - αἰδοῦμαι δὲ λέγειν Ἐπείρα σε, Διόνυσε· Τοιοῦτόν ἐστι. Σὺ δὲ τί πρὸς ταῦτα· Τί γὰρ ἄλλο ἢ ἐγέλασα· Εὖ γε, τὸ μὴ χαλεπῶς μηδὲ ἀγρίως: συγγνωστὸς γάρ, εἰ καλόν σε οὕτως ὄντα ἐπείρα. Τούτου μὲν ἕνεκα καὶ ἐπὶ σὲ ἄν, ὦ Ἄπολλον, ἀγάγοι τὴν πεῖραν: καλὸς γὰρ σὺ καὶ κομήτης, ὡς καὶ νήφοντα ἄν σοι τὸν Πρίαπον ἐπιχειρῆσαι.
Ἀλλ᾿ οὐκ ἐπιχειρήσει γε, ὦ Διόνυσε: ἔχω γὰρ μετὰ τῆς κόμης καὶ τόξα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기