호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Εἰπὲ δέ μοι, γεγάμηκας, ὦ Πάν, ἤδη· τοῦτο γάρ, οἶμαι, καλοῦσί σε. Οὐδαμῶς, ὦ πάτερ: ἐρωτικὸς γάρ εἰμι καὶ οὐκ ἂν ἀγαπήσαιμι συνὼν μιᾷ. Ταῖς οὖν αἰξὶ δηλαδὴ ἐπιχειρεῖς. Σὺ μὲν σκώπτεις, ἐγὼ δὲ τῇ τε Ἠχοῖ καὶ τῇ Πίτυϊ σύνειμι καὶ ἀπάσαις ταῖς τοῦ Διονύσου Μαινάσι καὶ πάνυ σπουδάζομαι πρὸς αὐτῶν. Οἶσθα οὖν, ὦ τέκνον, ὅ τι χαρίσῃ τὸ πρῶτον αἰτοῦντί μοι· Πρόσταττε, ὦ πάτερ: ἡμεῖς μὲν ἴδωμεν ταῦτα. Καὶ πρόσιθί μοι καὶ φιλοφρονοῦ: πατέρα δὲ ὁρ´α μὴ καλέσῃς με ἄλλου ἀκούοντος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기