- 텍스트

Lucian, Dialogi deorum, Πάν, Ἑρμῆς.? 2:

(루키아노스, Dialogi deorum, Πάν, Ἑρμῆς. 2:)

Χαῖρε, ὦ πάτερ Ερμῆ. Καὶ σύ γε. ἀλλὰ πῶς ἐγὼ σὸς πατήρ· Οὐχ ὁ Κυλλήνιος Ἑρμῆς ὢν τυγχάνεις· Καὶ μάλα. πῶς οὖν υἱὸς ἐμὸς εἶ· Μοιχίδιός εἰμι, ἐξαίρετός σοι γενόμενος. Νὴ Δία, τράγου ἴσως τινὸς μοιχεύσαντος αἶγα: ἐμοὶ γὰρ πῶς, κέρατα ἔχων καὶ ῥῖνα τοιαύτην καὶ πώγωνα λάσιον καὶ σκέλη διχαλὰ καὶ τραγικὰ καὶ οὐρὰν ὑπὲρ τὰς πυγάς· Ὁπόσα ἂν ἀποσκώψῃς με, τὸν σεαυτοῦ υἱόν, ὦ πάτερ, ἐπονείδιστον ἀποφαίνεις, μᾶλλον δὲ σεαυτόν, ὃς τοιαῦτα γεννᾷς καὶ παιδοποιεῖς, ἐγὼ δὲ ἀναίτιος. Τίνα δὲ καὶ φής σου μητέρα· ἤ που ἔλαθον αἶγα μοιχεύσας ἔγωγε· Οὐκ αἶγα ἐμοίχευσας, ἀλλ᾿ ἀνάμνησον σεαυτόν, εἴ ποτε ἐν Ἀρκαδίᾳ παῖδα ἐλευθέραν ἐβιάσω. τί δακὼν τὸν δάκτυλον ζητεῖς καὶ ἐπὶ πολὺ ἀπορεῖς· τὴν Ἰκαρίου λέγω Πηνελόπην.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION