- 텍스트

Lucian, Dialogi deorum, Ἀφροδίτη, Ἔρως.? 2:

(루키아노스, Dialogi deorum, Ἀφροδίτη, Ἔρως. 2:)

Δέδια, ὦ μῆτερ, αὐτήν: φοβερὰ γάρ ἐστι καὶ χαροπὴ καὶ δεινῶς ἀνδρική: ὁπόταν γοῦν ἐντεινάμενος τὸ τόξον ἰώ ἐπ᾿ αὐτήν, ἐπισείουσα τὸν λόφον ἐκπλήττει με καὶ ὑπότρομος γίνομαι καὶ ἀπορρεῖ μου τὰ τοξεύματα ἐκ τῶν χειρῶν. Ὁ Ἄρης γὰρ οὐ φοβερώτερος ἦν· καὶ ὅμως ἀφώπλισας αὐτὸν καὶ νενίκηκας. Ἀλλὰ ἐκεῖνος ἑκὼν προσίεταί με καὶ προσκαλεῖται, ἡ Ἀθηνᾶ δὲ ὑφορᾶται ἀεί, καί ποτε ἐγὼ μὲν ἄλλως παρέπτην πλησίον ἔχων τὴν λαμπάδα, ἡ δέ, εἴ μοι πρόσει, φησί, νὴ τὸν πατέρα, τῷ δορατίῳ σε διαπείρασα ἢ τοῦ ποδὸς λαβομένη καὶ ἐς τὸν Τάρταρον ἐμβαλοῦσα ἢ αὐτὴ διασπασαμένη διαφθερῶ. πολλὰ τοιαῦτα ἠπείλησε: καὶ ὁρᾷ δὲ δριμὺ καὶ ἐπὶ τοῦ στήθους ἔχει πρόσωπόν τι φοβερὸν ἐχίδναις κατάκομον, ὅπερ ἐγὼ μάλιστα δέδια: μορμολύττεται γάρ με καὶ φεύγω, ὅταν ἴδω αὐτό.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION