호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Θηβαία, τῶν Κάδμου θυγατέρων μία. ταύτῃ συνελθὼν ἐγκύμονα ἐποίησεν. Εἶτα ἔτεκεν, ὦ Ἑρμῆ, ἀντ᾿ ἐκείνης· Καὶ μάλα, εἰ καὶ παράδοξον εἶναί σοι δοκεῖ: τὴν μὲν γὰρ Σεμέλην ὑπελθοῦσα ἡ Ἥρα - οἶσθα ὡς ζηλότυπός ἐστι - πείθει αἰτῆσαι παρὰ τοῦ Διὸς μετὰ βροντῶν καὶ ἀστραπῶν ἥκειν παῤ αὐτήν: ὡς δὲ ἐπείσθη καὶ ἧκεν ἔχων καὶ τὸν κεραυνόν, ἀνεφλέγη ὁ ὄροφος, καὶ ἡ Σεμέλη μὲν διαφθείρεται ὑπὸ τοῦ πυρός, ἐμὲ δὲ κελεύει ἀνατεμόντα τὴν γαστέρα τῆς γυναικὸς ἀνακομίσαι ἀτελὲς ἔτι αὐτῷ τὸ ἔμβρυον ἑπτάμηνον: καὶ ἐπειδὴ ἐποίησα, διελὼν τὸν ἑαυτοῦ μηρὸν ἐντίθησιν, ὡς ἀποτελεσθείη ἐνταῦθα, καὶ νῦν τρίτῳ ἤδη μηνὶ ἐξέτεκεν αὐτὸ καὶ μαλακῶς ἀπὸ τῶν ὠδίνων ἔχει. Νῦν οὖν ποῦ τὸ βρέφος ἐστίν· Ἐς τὴν Νῦσαν ἀποκομίσας ἔδωκα ταῖς Νυμφαις ἀνατρέφειν Διόνυσον ἐπονομασθέντα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기