- 텍스트

Lucian, Dialogi deorum, Ἥφαιστος, Ζευς.? 1:

(루키아노스, Dialogi deorum, Ἥφαιστος, Ζευς. 1:)

Εὖ γε, ὦ Ἥφαιστε: ἀλλὰ δίελέ μου τὴν κεφαλὴν ἐς δύο κατενεγκών. Πειρᾷ μου, εἰ μέμηνα· πρόσταττε δ᾿ οὖν τι ἄλλο ὅπερ ἐθέλεις σοι γενέσθαι. Τοῦτο αὐτό, διαιρεθῆναί μοι το κρανίον: εἰ δὲ ἀπειθήσεις, οὐ νῦν πρῶτον ὀργιζομένου πειράσῃ. ἀλλὰ χρὴ καθικνεῖσθαι παντὶ τῷ θυμῷ, μηδὲ μέλλειν: ἀπόλλυμαι γὰρ ὑπὸ ὠδίνων, αἵ μοι τὸν ἐγκέφαλον ἀναστρέφουσιν. Ὅρα, ὦ Ζεῦ, μὴ κακόν τι ποιήσωμεν: ὀξὺς γὰρ ὁ πέλεκύς ἐστι καὶ οὐκ ἀναιμωτὶ οὐδὲ κατὰ τὴν Εἰλήθυιαν μαιώσεταί σε. Κατένεγκε μόνον, ὦ Ἥφαιστε, θαρρῶν: οἶδα ἐγὼ τὸ συμφέρον. Ἄκων μέν, κατοίσω δέ: τί γὰρ χρὴ ποιεῖν σοῦ κελεύοντος· τί τοῦτο· κόρη ἔνοπλος· μέγα, ὦ Ζεῦ, κακὸν εἶχες ἐν τῇ κεφαλῇ: εἰκότως γοῦν ὀξύθυμος ἦσθα τηλικαύτην ὑπὸ τῇ μήνιγγι παρθένον ζῳογονῶν καὶ ταῦτα ἔνοπλον: ἦ που στρατόπεδον, οὐ κεφαλὴν ἐλελήθεις ἔχων. ἡ δὲ πηδᾷ καὶ πυρριχίζει καὶ τὴν ἀσπίδα τινάσσει καὶ τὸ δόρυ πάλλει καὶ ἐνθουσιᾷ, καὶ τὸ μέγιστον, καλὴ πάνυ καὶ ἀκμαία γεγένηται ἤδη ἐν βραχεῖ:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION