호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τί με, ὦ Ζεῦ, χρὴ ποιεῖν· ἥκω γάρ, ὡς ἐκέλευσας, ἔχων τὸν πέλεκυν ὀξύτατον, εἰ καὶ λίθον δέοι μιᾷ πληγῇ διακόψαι. Εὖ γε, ὦ Ἥφαιστε: ἀλλὰ δίελέ μου τὴν κεφαλὴν ἐς δύο κατενεγκών. Πειρᾷ μου, εἰ μέμηνα· πρόσταττε δ᾿ οὖν τι ἄλλο ὅπερ ἐθέλεις σοι γενέσθαι. Τοῦτο αὐτό, διαιρεθῆναί μοι το κρανίον: εἰ δὲ ἀπειθήσεις, οὐ νῦν πρῶτον ὀργιζομένου πειράσῃ. ἀλλὰ χρὴ καθικνεῖσθαι παντὶ τῷ θυμῷ, μηδὲ μέλλειν: ἀπόλλυμαι γὰρ ὑπὸ ὠδίνων, αἵ μοι τὸν ἐγκέφαλον ἀναστρέφουσιν. Ὅρα, ὦ Ζεῦ, μὴ κακόν τι ποιήσωμεν: ὀξὺς γὰρ ὁ πέλεκύς ἐστι καὶ οὐκ ἀναιμωτὶ οὐδὲ κατὰ τὴν Εἰλήθυιαν μαιώσεταί σε. Κατένεγκε μόνον, ὦ Ἥφαιστε, θαρρῶν: οἶδα ἐγὼ τὸ συμφέρον. Ἄκων μέν, κατοίσω δέ: τί γὰρ χρὴ ποιεῖν σοῦ κελεύοντος· τί τοῦτο· κόρη ἔνοπλος· μέγα, ὦ Ζεῦ, κακὸν εἶχες ἐν τῇ κεφαλῇ: εἰκότως γοῦν ὀξύθυμος ἦσθα τηλικαύτην ὑπὸ τῇ μήνιγγι παρθένον ζῳογονῶν καὶ ταῦτα ἔνοπλον: ἦ που στρατόπεδον, οὐ κεφαλὴν ἐλελήθεις ἔχων. ἡ δὲ πηδᾷ καὶ πυρριχίζει καὶ τὴν ἀσπίδα τινάσσει καὶ τὸ δόρυ πάλλει καὶ ἐνθουσιᾷ, καὶ τὸ μέγιστον, καλὴ πάνυ καὶ ἀκμαία γεγένηται ἤδη ἐν βραχεῖ: γλαυκῶπις μέν, ἀλλὰ κοσμεῖ καὶ τοῦτο ἡ κόρυς.
ὥστε, ὦ Ζεῦ, μαίωτρά μοι ἀπόδος ἐγγυήσας ἤδη αὐτήν. Ἀδύνατα αἰτεῖς, ὦ Ἥφαιστε: παρθένος γὰρ ἀεὶ ἐθελήσει μένειν. ἐγὼ δ᾿ οὖν τό γε ἐπ᾿ ἐμοὶ οὐδὲν ἀντιλέγω. Τοῦτ᾿ ἐβουλόμην: ἐμοὶ μελήσει τὰ λοιπά, καὶ ἤδη συναρπάσω αὐτήν. Εἴ σοι ῥᾴδιον, οὕτω ποίει: πλὴν οἶδα ὅτι ἀδυνάτων ἐρᾷς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기