호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Εἴσῃ, ὦ Ἥφαιστε, ἤν σοι προσέλθῃ μόνον. Καὶ μὴν προσῆλθεν ἤδη. Τί οὖν· πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπόλωλεν αὐτῶν· Πάντα, ὦ Ἄπολλον. Ὅμως ἐπίσκεψαι ἀκριβῶς. Μὰ Δία, τὴν πυράγραν οὐχ ὁρῶ. Ἀλλ᾿ ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοὺ βρέφους. Οὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκ μελετήσας τὴν κλεπτικήν·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기