- 텍스트

Lucian, Dialogi deorum, Ἥφαιστος, Ἀπόλλων.?

(루키아노스, Dialogi deorum, Ἥφαιστος, Ἀπόλλων.)

Εὥρακας, ὦ Ἄπολλον, τὸ τῆς Μαίας βρέφος τὸ ἄρτι τεχθέν· ὡς καλόν τέ ἐστι καὶ προσμειδιᾷ πᾶσι καὶ δηλοῖ ἤδη μέγα τι ἀγαθὸν ἀποβησόμενον.

Ἐκεῖνο τὸ βρέφος, ὦ Ἥφαιστε, ἦ μέγα ἀγαθόν, ὃ τοῦ Ιἀπετοῦ πρεσβύτερόν ἐστιν ὅσον ἐπὶ τῇ πανουργίᾳ· Καὶ τί ἂν ἀδικῆσαι δύναιτο ἀρτίτοκον ὄν· Ἐρώτα τὸν Ποσειδῶνα, οὗ τὴν τρίαιναν ἔκλεψεν, ἢ τὸν Ἄρη: καὶ τούτου γὰρ ἐξείλκυσε λαθὸν ἐκ τοῦ κολεοῦ τὸ ξίφος, ἵνα μὴ ἐμαυτὸν λέγω, ὃν ἀφώπλισε τοῦ τόξου καὶ τῶν βελῶν. Τὸ νεογνὸν ταῦτα, ὃ μόλις ἕστηκε, τὸ ἐν τοῖς σπαργάνοις·

Εἴσῃ, ὦ Ἥφαιστε, ἤν σοι προσέλθῃ μόνον.

Καὶ μὴν προσῆλθεν ἤδη. Τί οὖν· πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπόλωλεν αὐτῶν· Πάντα, ὦ Ἄπολλον. Ὅμως ἐπίσκεψαι ἀκριβῶς. Μὰ Δία, τὴν πυράγραν οὐχ ὁρῶ. Ἀλλ᾿ ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοὺ βρέφους. Οὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκ μελετήσας τὴν κλεπτικήν· Οὐ γὰρ ἤκουσας αὐτοῦ καὶ λαλοῦντος ἤδη στωμύλα καὶ ἐπίτροχα:

ὁ δὲ καὶ διακονεῖσθαι ἡμῖν ἐθέλει. χθὲς δὲ προκαλεσάμενος τὸν Ἔρωτα κατεπάλαισεν εὐθὺς οὐκ οἶδ᾿ ὅπως ὑφελὼν τὼ πόδε: εἶτα μεταξὺ ἐπαινούμενος τῆς Ἀφροδίτης μὲν τὸν κεστὸν ἔκλεψε προσπτυξαμένης αὐτὸν ἐπὶ τῇ νίκῃ, τοῦ Διὸς δὲ γελῶντος ἔτι τὸ σκῆπτρον: εἰ δὲ μὴ βαρύτερος ὁ κεραυνὸς ἦν καὶ πολὺ τὸ πῦρ εἶχε, κἀκεῖνον ἂν ὑφείλετο.

Γοργόν τινα τὸν παῖδα φής. Οὐ μόνον, ἀλλ᾿ ἤδη καὶ μουσικόν. Τῷ τοῦτο τεκμαίρεσθαι ἔχεις· Χελώνην που νεκρὰν εὑρὼν ὄργανον ἀπ᾿ αὐτῆς:

συνεπήξατο: πήχεις γὰρ ἐναρμόσας καὶ ζυγώσας, ἔπειτα κολλάβους ἐμπήξας καὶ μαγάδα ὑποθεὶς καὶ ἐντεινάμενος ἑπτὰ χορδὰς ἐμελῴδει πάνυ γλαφυρόν, ὦ Ἥφαιστε, καὶ ἐναρμόνιον, ὡς κἀμὲ αὐτῷ φθονεῖν πάλαι κιθαρίζειν ἀσκοῦντα. ἔλεγε δὲ ἡ Μαῖα, ὡς μηδὲ μένοι τὰς νύκτας ἐν τῷ οὐρανῷ, ἀλλ᾿ ὑπὸ περιεργίας ἄχρι τοῦ ᾅδου κατίοι, κλέψων τι κἀκεῖθεν δηλαδή.

ὑπόπτερος δ᾿ ἐστὶ καὶ ῥάβδον τινὰ πεποίηται θαυμασίαν τὴν δύναμιν, ᾗ ψυχαγωγεῖ καὶ κατάγει τοὺς νεκρούς. Ἐγὼ ἐκείνην ἔδωκα αὐτῷ παίγνιον εἶναι. Τοιγαροῦν ἀπέδωκέ σοι τὸν μισθόν, τὴν πυράγραν - Εὖ γε ὑπέμνησας: ὥστε βαδιοῦμαι ἀποληψόμενος αὐτήν, εἴ που ὡς φὴς εὑρεθείη ἐν τοῖς σπαργάνοις.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION