- 텍스트

Lucian, Dialogi deorum, Ζευς, Γανυμήδης.?

(루키아노스, Dialogi deorum, Ζευς, Γανυμήδης.)

Ἄγε, ὦ Γανύμηδες - ἥκομεν γὰρ ἔνθα ἐχρῆν - φίλησόν με ἤδη, ὅπως εἰδῇς οὐκέτι ῥάμφος ἀγκύλον ἔχοντα οὐδ᾿ ὄνυχας ὀξεῖς οὐδὲ πτερά, οἱο῀ς ἐφαινόμην σοι πτηνὸς εἶναι δοκῶν. Ἄνθρωπε, οὐκ αἰετὸς ἄρτι ἦσθα καὶ καταπτάμενος ἡρ´πασάς με ἀπὸ μέσου τοῦ ποιμνίου· πῶς οὖν τὰ μὲν πτερά σοι ἐκεῖνα ἐξερρύηκε, σὺ δὲ ἄλλος ἤδη ἀναπέφηνας· Ἀλλ᾿ οὔτε ἄνθρωπον ὁρᾷς, ὦ μειράκιον, οὔτε αἰετόν, ὁ δὲ πάντων βασιλεὺς τῶν θεῶν οὗτός εἰμι πρὸς τὸν καιρὸν ἀλλάξας ἐμαυτόν.

Τί φής· σὺ γὰρ εἶ ὁ Πὰν ἐκεῖνος· εἶτα πῶς σύριγγα οὐκ ἔχεις οὐδὲ κέρατα οὐδὲ λάσιος εἶ τὰ σκέλη· Μόνον γὰρ ἐκεῖνον ἡγῇ θεόν· Ναί: καὶ θύομέν γε αὐτῷ ἔνορχιν τράγον ἐπὶ τὸ σπήλαιον ἄγοντες, ἔνθα ἕστηκε: σὺ δὲ ἀνδραποδιστής τις εἶναί μοι δοκεῖς. Εἰπέ μοι, Διὸς δὲ οὐκ ἤκουσας ὄνομα οὐδὲ βωμὸν εἶδες ἐν τῷ Γαργάρῳ τοῦ ὑόντος καὶ βροντῶντος καὶ ἀστραπὰς ποιοῦντος·

Σύ, ὦ βέλτιστε, φὴς εἶναι, ὃς πρῴην κατέχεας ἡμῖν τὴν πολλὴν χάλαζαν, ὁ οἰκεῖν ὑπεράνω λεγόμενος, ὁ ποιῶν τὸν ψόφον, ᾧ τὸν κριὸν ὁ πατὴρ ἔθυσεν· εἶτα τί ἀδικήσαντά με ἀνήρπασας, ὦ βασιλεῦ τῶν θεῶν·

τὰ δὲ πρόβατα ἴσως οἱ λύκοι διαρπάσονται ἤδη ἐρήμοις ἐπιπεσόντες. Ἔτι γὰρ μέλει σοι τῶν προβάτων ἀθανάτῳ γεγενημένῳ καὶ ἐνταῦθα συνεσομένῳ μεθ᾿ ἡμῶν· Τί λέγεις· οὐ γὰρ κατάξεις με ἤδη ἐς τὴν Ἴδην τήμερον· Οὐδαμῶς: ἐπεὶ μάτην αἰετὸς ἂν εἰήν ἀντὶ θεοῦ γεγενημένος. Οὐκοῦν ἐπιζητήσει με ὁ πατὴρ καὶ ἀγανακτήσει μὴ εὑρίσκων, καὶ πληγὰς ὕστερον λήψομαι καταλιπων τὸ ποίμνιον. Ποῦ γὰρ ἐκεῖνος ὄψεταί σε· Μηδαμῶς: ποθῶ γὰρ ἤδη αὐτόν. εἰ δὲ ἀπάξεις με, ὑπισχνοῦμαί σοι καὶ ἄλλον παῤ αὐτοῦ κριὸν τυθήσεσθαι λύτρα ὑπὲρ ἐμοῦ. ἔχομεν δὲ τὸν τριετῆ, τὸν μέγαν, ὃς ἡγεῖται πρὸς τὴν νομήν. Ὡς ἀφελὴς ὁ παῖς ἐστι καὶ ἁπλοϊκὸς καὶ αὐτὸ δὴ τοῦτο παῖς ἔτι.

- ἀλλ᾿, ὦ Γανύμηδες, ἐκεῖνα μὲν πάντα χαίρειν ἐά καὶ ἐπιλάθου αὐτῶν, τοῦ τε ποιμνίου καὶ τῆς Ἴδης. σὺ δὲ - ἤδη γὰρ ἐπουράνιος εἶ - πολλὰ εὖ ποιήσεις ἐντεῦθεν καὶ τὸν πατέρα καὶ πατρίδα, καὶ ἀντὶ μὲν τυροῦ καὶ γάλακτος ἀμβροσίαν ἔδῃ καὶ νέκταρ πίῃ: τοῦτο μέντοι καὶ τοῖς ἄλλοις ἡμῖν αὐτὸς παρέξεις ἐγχέων:

τὸ δὲ μέγιστον, οὐκέτι ἄνθρωπος, ἀλλ᾿ ἀθάνατος γενήσῃ, καὶ ἀστέρα σου φαίνεσθαι ποιήσω κάλλιστον, καὶ ὅλως εὐδαίμων ἔσῃ. Ἢν δὲ παίζειν ἐπιθυμήσω, τίς συμπαίξεταί μοι· ἐν γὰρ τῇ Ἴδῃ πολλοὶ ἡλικιῶται ἦμεν. Ἔχεις κἀνταῦθα τὸν συμπαιξόμενόν σοι τουτονὶ τὸν Ἔρωτα καὶ ἀστραγάλους μάλα πολλούς. θάρρει μόνον καὶ φαιδρὸς ἴσθι καὶ μηδὲν ἐπιπόθει τῶν κάτω Τί δαὶ ὑμῖν χρήσιμος ἂν γενοίμην· ἢ ποιμαίνειν δεήσει κἀνταῦθα·

Οὔκ, ἀλλ᾿ οἰνοχοήσεις καὶ ἐπὶ τοῦ νέκταρος τετάξῃ καὶ ἐπιμελήσῃ τοῦ συμποσίου. Τοῦτο μὲν οὐ χαλεπόν: οἶδα γὰρ ὡς χρὴ ἐγχέαι τὸ γάλα καὶ ἀναδοῦναι τὸ κισσύβιον. Ἰδού, πάλιν οὗτος γάλακτος μνημονεύει καὶ ἀνθρώποις διακονήσεσθαι οἰέται: ταυτὶ δ᾿ ὁ οὐρανός ἐστι, καὶ πίνομεν, ὥσπερ ἔφην, τὸ νέκταρ. Ἥδιον, ὦ Ζεῦ, τοῦ γάλακτος· Εἴσῃ μετ᾿ ὀλίγον καὶ γευσάμενος οὐκέτι ποθήσεις τὸ γάλα. Κοιμήσομαι δὲ ποῦ τῆς νυκτός· ἢ μετὰ τοῦ ἡλικιώτου Ἔρωτος· Οὔκ, ἀλλὰ διὰ τοῦτό σε ἀνήρπασα, ὡς ἅμα καθεύδοιμεν. Μόνος γὰρ οὐκ ἂν δύναιο, ἀλλὰ ἥδιόν σοι καθεύθειν μετ᾿ ἐμοῦ· Ναί, μετά γε τοιούτου οἱο῀ς εἶ σύ, Γανύμηδες, οὕτω καλός.

Τί γάρ σε πρὸς τὸν ὕπνον ὀνήσει τὸ κάλλος·

Ἔχει τι θέλγητρον ἡδὺ καὶ μαλακώτερον ἐπάγει αὐτόν. Καὶ μὴν ὅ γε πατὴρ ἤχθετό μοι συγκαθευδοντι καὶ διηγεῖτο ἑώθεν, ὡς ἀφεῖλον αὐτοῦ τὸν ὕπνον στρεφόμενος καὶ λακτίζων καί τι φθεγγόμενος μεταξὺ ὁπότε καθεύδοιμι: ὥστε παρὰ τὴν μητέρα ἔπεμπέ με κοιμησόμενον ὡς τὰ πολλά. ὡρ´α δή σοι, εἰ διὰ τοῦτο, ὡς φής, ἀνήρπασάς με, καταθεῖναι αὖθις ἐς τὴν γῆν, ἢ πράγματα ἕξεις ἀγρυπνῶν: ἐνοχλήσω γάρ σε συνεχῶς στρεφόμενος. Τοῦτ᾿ αὐτό μοι τὸ ἥδιστον ποιήσεις, εἰ ἀγρυπνήσαιμι μετὰ σοῦ φιλῶν πολλάκις καὶ περιπτύσσων. Αὐτὸς ἂν εἰδείης: ἐγὼ δὲ κοιμήσομαι σοῦ καταφιλοῦντος. Εἰσόμεθα τότε ὃ πρακτέον. νῦν δὲ ἄπαγε αὐτόν, ὦ Ἑρμῆ, καὶ πιόντα τῆς ἀθανασίας ἄγε οἰνοχοήσοντα ἡμῖν διδάξας πρότερον ὡς χρὴ ὀρέγειν τὸν σκύφον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION