호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τὴν τοῦ Ἰνάχου παῖδα τὴν καλὴν οἶσθα. ὦ Ερμῆ· Ναί: τὴν Ιὢ λέγεις. Οὐκέτι παῖς ἐκείνη ἐστίν, ἀλλὰ δάμαλις. Τεράστιον τοῦτο: τῷ τρόπῳ δ᾿ ἐνηλλάγη· Ζηλοτυπήσασα ἡ Ἥρα μετέβαλεν αὐτήν. ἀλλα καὶ καινὸν ἄλλο τι δεινὸν ἐπιμεμηχάνηται τῇ κακοδαίμονι: βουκόλον τινὰ πολυόμματον Ἄργον τοὔνομα ἐπέστησεν, ὃς νέμει τὴν δάμαλιν ἀΰπνος ὤν. Τί οὖν ἡμᾶς χρὴ ποιεῖν· Καταπτάμενος ἐς τὴν Νεμεαν - ἐκεῖ δέ που ὁ Ἄργος βουκολεῖ - ἐκεῖνον ἀπόκτεινον, τὴν δὲ Ιὢ διὰ τοῦ πελάγους ἐς τὴν Αἴγυπτον ἀγαγὼν Ἶσιν ποίησον: καὶ τὸ λοιπὸν ἔστω θεὸς τῶν ἐκεῖ καὶ τὸν Νεῖλον ἀναγέτω καὶ τοὺς ἀνέμους ἐπιπεμπέτω καὶ σωζέτω τοὺς πλέοντας.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기