호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Λῦσόν με, ὦ Ζεῦ: δεινὰ γὰρ ἤδη πέπονθα. Λύσω σε, φής, ὃν ἐχρῆν βαρυτέρας πέδας ἔχοντα καὶ τὸν Καύκασον ὅλον ὑπὲρ κεφαλῆς ἐπικείμενον ὑπὸ ἑκκαίδεκα γυπῶν μὴ μόνον κείρεσθαι τὸ ἧπαρ, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι, ἀνθ᾿ ὧν τοιαῦθ᾿ ἡμῖν ζῷα τοὺς ἀνθρώπους ἔπλασας καὶ τὸ πῦρ ἔκλεψας καὶ γυναῖκας ἐδημιούργησας· ἃ μὲν γὰρ ἐμὲ ἐξηπάτησας ἐν τῇ νομῇ τῶν κρεῶν ὀστᾶ πιμελῇ κεκαλυμμένα παραθεὶς καὶ τὴν ἀμείνω τῶν μοιρῶν σεαυτῷ φυλάττων, τί χρὴ λέγειν· Οὔκουν ἱκανὴν ἤδη τὴν δίκην ἐκτέτικα τοσοῦτον χρόνον τῷ Καυκάσῳ προσηλωμένος τὸν κάκιστα ὀρνέων ἀπολούμενον αἰετὸν τρέφων τῷ ἥπατι· Οὐδὲ πολλοστημόριον τοῦτο ὧν σε δεῖ παθεῖν.
Καὶ μὴν οὐκ ἀμισθί με λύσεις, ἀλλά σοι μηνύσω τι, ὦ Ζεῦ, πάνυ ἀναγκαῖον. Κατασοφίζῃ με, ὦ Προμηθεῦ.
Καὶ τί πλέον ἕξω· οὐ γὰρ ἀγνοήσεις αὖθις ἔνθα ὁ Καύκασός ἐστιν, οὐδὲ ἀπορήσεις δεσμῶν, ἤν τι τεχνάζων ἁλίσκωμαι. Εἰπὲ πρότερον, ὅντινα μισθὸν ἀποτίσεις αναγκαῖον ἡμῖν ὄντα. Ἢν εἴπω ἐφ᾿ ὅ τι βαδίζεις νῦν, ἀξιόπιστος ἔσομαί σοι καὶ περὶ τῶν ὑπολοίπων μαντευόμενος· ΖΕΥΣ Πῶς γὰρ οὔ· Παρὰ τὴν Θέτιν, συνεσόμενος αὐτῇ. Τουτὶ μὲν ἔγνως: τί δ᾿ οὖν τὸ ἐπὶ τούτῳ· δοκεῖς γὰρ ἀληθές τι ἐρεῖν. Μηδέν, ὦ Ζεῦ, κοινωνήσῃς τῇ Νηρηϊ´δι: ἢν γὰρ αὕτη κυοφορήσῃ ἐκ σοῦ, τὸ τεχθὲν ἴσα ἐργάσεταί σε οἱᾶ καὶ σὺ ἔδρασας - Τοῦτο φής, ἐκπεσεῖσθαί με τῆς ἀρχῆς· Μὴ γένοιτο, ὦ Ζεῦ. πλὴν τοιοῦτό γε ἡ μῖξις αὐτῆς ἀπειλεῖ. Χαιρέτω τοιγαροῦν ἡ Θέτις: σὲ δὲ ὁ Ἥφαιστος ἐπὶ τούτοις λυσάτω.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기