호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τιτρώσκεται δὲ ὀστέον τὸ ἐν τῇ κεφαλῇ τοσούσδε τρόπους‧ τῶν δὲ τρόπων ἑκάστου πλέονες ἰδέαι γίγνονται τοῦ κατήγματος ἐν τῇ τρώσει. Ὀστέον Ῥήγνυται τιτρωσκόμενον, καὶ τῷ περιέχοντι ὀστέῳ τὴν Ῥωγμὴν, ἀνάγκη φλάσιν προσγίγνεσθαι, ἤνπερ Ῥαγῇ‧ τῶν γὰρ βελέων ὅ τι περ Ῥήγνυσι τὸ ὀστέον, τὸ αὐτὸ τοῦτο καὶ φλᾷ τὸ ὀστέον ἢ μᾶλλον, ἢ ἧσσον, αὐτό τε ἐν ᾧπερ καὶ Ῥήγνυσι τὴν Ῥωγμὴν, καὶ τὰ περιέχοντα ὀστέα τὴν Ῥώγμήν‧ εἷς οὗτος τρόπος. Ἰδέαι δὲ Ῥωγμέων παντοῖαι γίγνονται‧ καὶ γὰρ λεπτότεραί τε καὶ λεπταὶ πάνυ, ὥστε οὐ καταφανέες γίγνονται ἔστιν αἳ τῶν Ῥωγμέων, οὔτε αὐτίκα μετὰ τὴν τρῶσιν, οὔτ ἐν τῇσιν ἡμέρῃσιν, ἐν ᾗσιν ἂν καὶ πλέον ὄφελος γένοιτο ἐκ τούτου τῷ ἀνθρώπῳ‧ αἱ δ αὖ παχύτεραί τε καὶ εὐρύτεραι Ῥήγνυνται τῶν Ῥωγμέων‧ ἔνιαι δὲ καὶ πάνυ εὐρέαι. Ἔστι δὲ αὐτέων καὶ αἳ μὲν ἐπὶ μακρότερον Ῥήγνυνται, αἳ δὲ ἐπὶ βραχύτερον. Καὶ αἱ μὲν ἰθύτεραί τε καὶ ἰθεῖαι πάνυ, αἱ δὲ καμπυλώτεραί τε καὶ καμπύλαι‧ καὶ βαθύτεραί τε ἐς τὸ κάτω καὶ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἧσσον βαθεῖαι ἐς τὸ κάτω, καὶ οὐ διὰ παντὸς τοῦ ὀστέου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기