호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πρῶτον μὲν οὖν δεῖ εἰδέναι, ὅτι πάντων τῶν ὀστέων αἱ ξυμβολαί εἰσιν ὡς ἐπὶ πουλὺ ἡ κεφαλὴ καὶ ἡ κοτύλη‧ ἐφ ὧν δὲ καὶ ἡ χώρα κοτυλοειδὴς καὶ ἐπίμακρος‧ ἔνιαι δὲ τῶν χωρέων γληνοειδέες εἰσίν. Αεἲ δὲ ἐμβάλλειν δεῖ πάντα τὰ ἐκπίπτοντα ἄρθρα, μάλιστα μὲν εὐθὺς παραχρῆμα ἔτι θερμῶν ἐόντων‧ εἰ δὲ μὴ, ὡς τάχιστα‧ καὶ γὰρ τῷ ἐμβάλλοντι Ῥηΐτερον καὶ θᾶσσόν ἐστιν ἐμβαλεῖν, καὶ τῷ ἀσθενέοντι πουλὺ ἀπονωτέρη ἡ ἐμβολὴ, ἡ πρὶν διοιδεῖν, ἐστιν. Δεῖ δὲ ἀεὶ πάντα τὰ ἄρθρα, ὁκόταν μέλλῃς ἐμβάλλειν, προαναμαλάξαι καὶ διακιγκλίσαι‧ Ῥᾷον γὰρ ἐθέλει ἐμβάλλεσθαι. Παρὰ πάσας δὲ τὰς τῶν ἄρθρων ἐμβολὰς ἰσχναίνειν δεῖ τὸν ἄνθρωπον, μάλιστα μὲν περὶ τὰ μέγιστα ἄρθρα καὶ χαλεπώτατα ἐμβάλλεσθαι, ἥκιστα δὲ περὶ τὰ ἐλάχιστα καὶ Ῥηΐδια.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기