- 텍스트

Hippocrates, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΡΘΡΩΝ?, 65.

(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΡΘΡΩΝ, 65.)

Ὅσοισι δ ἂν κνήμης ὀστέον, ἕλκος ποιησάμενον παρὰ τὸ γόνυ, ἔξω ἐξίσχῃ, ἤν τε ἐς τὸ ἔξω μέρος, ἤν τε ἐς τὸ ἔσω, τούτοισιν ἢν μέν τις ἐμβάλῃ, ἔτι ἑτοιμότερος ὁ θάνατός ἐστιν, ἤπερ τοῖσιν ἑτέροισι, καίπερ κἀκείνοισιν ἕτοιμος ἐών. Ἢν δὲ μὴ ἐμβαλὼν ἰητρεύῃς, ἐλπίδες μὲν σωτηρίης οὕτω μόνως εἰσίν. Κινδυνωδέστερα δὲ ταῦτα τῶν ἑτέρων γίνεται, ὅσῳ ἂν ἀνωτέρω, καὶ ὅσῳ ἂν ἰσχυρότερα ἐῄ, καὶ ἀπὸ ἰσχυροτέρων ὠλισθήκῃ. Ἢν δὲ τὸ ὀστέον τὸ τοῦ μηροῦ τὸ πρὸς τοῦ γόνατος ἕλκος ποιησάμενον ἐξολίσθῃ, ἐμβληθὲν μὲν καὶ ἐμμεῖναν, ἔτι βιαιότερον καὶ θᾶσσον τὸν θάνατον ποιήσει τῶν πρόσθεν εἰρημένων‧ μὴ ἐμβληθὲν δὲ, πουλὺ κινδυνωδέστερον, ἢ τὰ πρόσθεν‧ ὅμως δὲ μούνη ἐλπὶς αὕτη σωτηρίης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION