- 텍스트

Hippocrates, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΡΘΡΩΝ?, 45.

(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΡΘΡΩΝ, 45.)

Χρὴ δὲ πρῶτον μὲν γινώσκειν τὴν φύσιν τῆς Ῥάχιος, οἱή τίς ἐστιν‧ ἐς πολλὰ γὰρ νουσήματα προσδέοι ἂν αὐτῆς. Τοῦτο μὲν γὰρ, τὸ πρὸς τὴν κοιλίην Ῥέπον, οἱ σπόνδυλοι ἐντὸ ἄρτιοί εἰσιν ἀλλήλοισι, καὶ δέδενται πρὸς ἀλλήλους δεσμῷ μυξώδεϊ καὶ νευρώδεϊ, ἀπὸ χόνδρων ἀποπεφυκότι ἄχρι πρὸς τὸν νωτιαῖον. Ἄλλοι δέ τινες τόνοι νευρώδεες διανταῖοι, πρόσφυτοι, παρατέτανται ἔνθεν καὶ ἔνθεν αὐτῶν. Αἱ δὲ φλεβῶν καὶ ἀρτηριῶν κοινωνίαι ἐν ἐτέρῳ λόγῳ δεδηλώσονται, ὅσαι τε καὶ οἱαῖ, καὶ ὅθεν ὡρμημέναι, καὶ ἐν οἱοίσιν οἱᾶ δύνανται, αὐτὸς δὲ ὁ νωτιαῖος οἷσιν ἐλύτρωται ἐλύτροισι, καὶ ὅθεν ὡρμημένοισι, καὶ ὅπη κραίνουσιν, καὶ οἷσι κοινωνέουσι, καὶ οἱᾶ δυναμένοισιν. Ἐν δὲ τῷ ἐπέκεινα, ἐν ἄρθροισι γεγιγγλύμωνται πρὸς ἀλλήλους οἱ σπόνδυλοι. Τόνοι δε κοινοὶ παρὰ πάντας, καὶ ἐν τοῖσιν ἔξω μέρεσι, καὶ ἐν τοῖσιν ἔσω παρατέτανται. Ἀπόφυσις δέ ἐστιν ὀστέου ἐς τὸ ἔξω μέρος ἀπὸ πάντων τῶν σπονδύλων, μία ἀπὸ ἑνὸς ἑκάστου, ἀπό τε τῶν μειζόνων, ἀπό τε τῶν ἐλασσόνων‧ ἐπὶ δὲ τῇσιν ἀποφύσεσι ταύτῃσι χονδρίων ἐπιφύσιες, καὶ ἀπ ἐκείνων νεύρων ἀποβλάστησις ἠδελφισμένη τοῖσιν ἐξωτάτω τόνοισιν. Πλευραὶ δὲ προσπεφύκασιν, ἐς τὸ εἰώς μέρος τὰς κεφαλὰς Ῥέπουσαι μᾶλλον, ἢ ἐς τὸ ἔξω‧ καθ ἕνα δὲ ἕκαστον τῶν σπονδύλων προσήρθρωνται‧ καμπυλώταται δὲ πλευραὶ ἀνθρώπου εἰσὶ Ῥαιβοειδέα τρόπον. Τὸ δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῶν ὀστέων τῶν ἀποπεφυκότων ἀπὸ τῶν σπονδύλων, ἀποπληρέουσιν ἑκατέρωθεν οἱ μύες ἀπὸ τοῦ αὐχένος ἀρξάμενοι, ἄχρι τῆς προσφύσιος. Αὐτὴ δὲ ἡ Ῥάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστιν‧ ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου ἄχρι τοῦ μεγάλου σπονδύλου, παρ ὃν προσήρτηται τῶν σκελέων ἡ πρόσφυσις, ἄχρι μὲν τούτου κυφή‧ κύστις τε γὰρ, καὶ γοναὶ, καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τουτέῳ ἔκτισται. Ἀπὸ δὲ τούτου ἄχρι φρενῶν προσαρτήσιος, ἰθυλόρδη‧ καὶ παραφύσιας ἔχει μυῶν τοῦτο μοῦνον τὸ χωρίον ἐκ τῶν εἴσωθεν μερῶν, ἃς δὴ καλέουσι ψόας. Ἀπὸ δὲ τούτου ἄχρι τοῦ μεγάλου σπονδύλου τοῦ ὑπὲρ τῶν ἐπωμίδων, ἰθυκύφη‧ ἔτι δὲ μᾶλλον δοκέει ἢ ἐστίν‧ ἡ γὰρ ἄκανθα κατὰ μέσον ὑψηλοτάτας τὰς ἐκφύσιας τῶν ὀστέων ἔχει, ἔνθεν δὲ καὶ ἔνθεν ἐλάσσους. Αὐτὸ δὲ τὸ ἄρθρον τοῦ αὐχένος λορδόν ἐστιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION