- 텍스트

Hippocrates, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΡΘΡΩΝ?, 39.

(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΡΘΡΩΝ, 39.)

Ὅσοισι δὲ σὺν τῇ κτήξει καὶ ἕλκεα προσγίνεται, οὐδὲν δεῖ ταράσσεσθαι διὰ τοῦτο‧ ἀλλ ἐπὶ μὲν τὰ ἕλκεα ἐπιτιθέναι ἢ πισσηρὴν, ἢ τῶν ἐναίμων τι‧ εὐαλθέα γὰρ τῶν τοιούτων τὰ πλεῖστά ἐστιν ὁμοίως, κἢν ὀστέα μέλλῃ ἀπιέναι. Τὴν δὲ διόρθωσιν τὴν πρώτην ἀόκνως χρὴ ποιέεσθαι, μηδὲν ἐπιλείποντα, καὶ τὰς διορθώσιας τοῖσι δακτύλοισιν ἐν τῷ ἔπειτα χρόνῳ, χαλαρωτέροισι μὲν χρεόμενον, χρεόμενον δέ‧ εὐπλαστότατον γάρ τι παντὸς τοῦ σώματος ἡ Ῥίς ἐστιν. Τῶν δὲ ἱμάντων τῇ κολλήσει καὶ τῇ ἀντιῤῬοπίῃ παντάπασιν οὐδὲν κωλύει χρέεσθαι, οὔτ ἢν ἕλκος ᾖ, οὔτ ἢν ἐπιφλεγμήνῃ ἀλυπόταται γάρ εἰσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION