호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὁκόσοισι δὲ τὸ ὀστέον ἐς τὸ πλάγιον κατάγνυται, ἡ μὲν ἰήσις ἡ αὐτή‧ τὴν δὲ διόρθωσιν δηλονότι χρὴ ποιέεσθαι, οὐκ ἰσόῤῬοπον ἀμφοτέρωθεν, ἀλλὰ τό τε ἐκκεκλιμένον ὠθέειν ἐς τὴν φύσιν, ἔκτοσθεν ἀναγκάζοντα, καὶ ἐσματτευόμενον ἐς τοὺς μυκτῆρας, καὶ τὰ εἴσω Ῥέψαντα διορθοῦν ἀόκνως, ἔστ ἂν κατορθώσῃς, εὖ εἰδότα, ὅτι, ἢν μὴ αὐτίκα κατορθώσῃς, οὐχ οἱό῀ν τε μὴ οὐχὶ διεστράφθαι τὴν Ῥῖνα. Ὅταν δὲ ἀγάγῃς ἐς τὴν φύσιν, προσβάλλοντα χρὴ ἐς τὸ χωρίον, ἢ τοὺς δακτύλους, ἢ τὸν ἕνα δάκτυλον, ᾗ ἐξέσχεν, ἀνακωχέειν, ἢ αὐτὸν, ἢ ἄλλον τινὰ, ἔστ ἂν κρατυνθῇ τὸ τρῶμα‧ ἀτὰρ καὶ ἐς τὸν μυκτῆρα τὸν σμικρὸν δάκτυλον ἀπωθέοντα, ἄλλοτε καὶ ἄλλοτε διορθοῦν χρὴ τὰ ἐγκλιθέντα. Ὅ τι δ ἂν φλεγμονῆς ὑπογίνηται τουτέοισι, χρὴ τῷ σταιτὶ χρέεσθαι‧ τοῖσι μέντοι δακτύλοισι προσέχειν χρὴ ὁμοίως, καὶ τοῦ σταιτὸς ἐπικειμένου. Ἢν δέ που κατὰ τὸν χόνδρον ἐς τὰ πλάγια καταγῇ, ἀνάγκη τὴν Ῥῖνα ἄκρην παρεστράφθαι. Χρὴ οὖν τοῖσι τοιούτοισιν ἐς τὸν μυκτῆρα ἄκρον διόρθωμά τι τῶν εἰρημένων, ἢ ὅ τι τούτοισιν ἐοίκεν, ἐντιθέναι‧ πολλὰ δ ἄν τις εὑρ´οι τὰ ἐπιτήδεια, ὅσα μήτε ὀδμὴν ἴσχει, ἄλλως τε καὶ προσηνέα ἐστίν‧ ἐγὼ δέ ποτε πλεύμονος προβάτου ἀπότμημα ἐνέθηκα, τοῦτο γάρ πως παρέτυχεν‧ οἱ γὰρ σπόγγοι ἐντιθεμένοι ὑγράσματα δέχονται. Ἔπειτα χρὴ καρχηδονίου δέρματος λοπὸν, πλάτος ὡς τοῦ μεγάλου δακτύλου τετμημένον, ἢ ὅκως ἂν ξυμφέρῃ, προσκολλῆσαι ἐς τὸ ἔκτοσθεν πρὸς τὸν μυκτῆρα τὸν ἐκκεκλιμένον‧ κἄπειτα κατατεῖναι τὸν ἱμάντα, ὅκως ἂν ξυμφέρῃ‧ μᾶλλον δὲ ὀλίγῳ τείνειν χρὴ, [ἢ] ὥστε ὀρθὴν καὶ ἀπαρτῆ τὴν Ῥῖνα εἶναι. Ἔπειτα ῾μακρὸς γὰρ ἔστω ὁ ἱμὰς᾿, κάτωθεν τοῦ ὠτὸς ἀγαγόντα αὐτὸν, ἀναγαγεῖν περὶ τὴν κεφαλήν‧ καὶ ἔξεστι μὲν κατὰ τὸ μέτωπον προσκολλῆσαι τὴν τελευτὴν τοῦ ἱμάντος, ἔξεστι δὲ καὶ μακρότερον ἐπιπεριελίσσοντα περὶ τὴν κεφαλὴν καταδέειν. Τοῦτο ἅμα μὲν δικαίην τὴν διόρθωσιν ἔχει, ἅμα δὲ εὐταμίευτον, καὶ μᾶλλον, ἢν ἐθέλῃ, καὶ ἧσσον τὴν ἀντιῤῬοπίην ποιῆσαι τῆς Ῥινός. Ἀτὰρ καὶ ὁκόσοισιν ἐς τὸ πλάγιον ἡ Ῥὶς κατάγνυται, τὰ μὲν ἄλλα ἰητρεύειν χρὴ, ὡς προείρηται‧ προσδέεται δὲ τοῖσι πλείστοισι καὶ τοῦ ἱμάντος πρὸς ἄκρην τὴν Ῥῖνα προσκολληθῆναι τῆς ἀντιῤῬοπίης εἵνεκα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기