호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐπὶ δὲ τῶν τὸν καινὸν τρόπον τὴν τέχνην ζητεύντων ἐξ ὑποθέσιος τὸν λόγον ἐπανελθεῖν βούλομαι. εἰ γάρ τί ἐστιν θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν τὸ λυμαινόμενον τὸν ἄνθρωπον, καὶ δεῖ τὸν ὀρθῶς ἰητρεύοντα βοηθεῖν τῷ μὲν θερμῷ ἐπὶ τὸ ψυχρόν, τῷ δὲ ψυχρῷ ἐπὶ τὸ θερμόν, τῷ δὲ ξηρῷ ἐπὶ τὸ ὑγρόν, τῷ δὲ ὑγρῷ ἐπὶ τὸ ξηρόν. ἔστω μοι ἄνθρωπος μὴ τῶν ἰσχυρῶν φύσει, ἀλλὰ τῶν ἀσθενεστέρων: οὗτος δὲ πυροὺς ἐσθιέτω, οὓς ἂν ἀπὸ τῆς ἅλω ἀνέλῃ, ὠμοὺς καὶ ἀργούς, καὶ κρέα ὠμὰ καὶ πινέτω ὕδωρ. ταύτῃ χρεώμενος τῇ διαίτῃ εὖ οἶδ ὅτι πείσεται πολλὰ καὶ δεινά: καὶ γὰρ πόνους πονήσει καὶ τὸ σῶμα ἀσθενὲς ἔσται καὶ ἡ κοιλίη φθαρήσεται καὶ ζῆν πολὺν χρόνον οὐ δυνήσεται. τί δὴ χρὴ βοήθημα παρεσκευάσθαι ὧδ ἔχοντι· θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν· δῆλον γὰρ ὅτι τούτων τι. εἰ γὰρ τὸ λυμαινόμενόν ἐστιν τούτων τὸ ἕτερον, τῷ ὑπεναντίῳ προσήκει λῦσαι, ὡς ὁ ἐκείνων λόγος ἔχει. τὸ μὲν γὰρ βεβαιότατόν τε καὶ προφανέστατον φάρμακον ἀφελόντα τὰ διαιτήματα, οἷς ἐχρῆτο, ἀντὶ μὲν τῶν πυρῶν ἄρτον διδόναι, ἀντὶ δὲ τῶν ὠμῶν κρεῶν ἑφθά, πιεῖν τε ἐπὶ τούτοισιν οἴνου. ταῦτα μεταβαλόντα οὐχ οἱό῀ν τε μὴ οὐχ ὑγιᾶ γενέσθαι, ἤν γε μὴ παντάπασιν ᾖ διεφθαρμένος ὑπὸ χρόνου τε καὶ τῆς διαίτης. τί δὴ φήσομεν· πότερον αὐτῷ ἀπὸ ψυχροῦ κακοπαθέοντι θερμὰ ταῦτα προσενέγκαντες ὠφέλησαν ἢ τἀναντία· οἶμαι γὰρ ἔγωγε πολλὴν ἀπορίην τῷ ἐρωτηθέντι παρασχεῖν. ὁ γὰρ τὸν ἄρτον παρασκευάζων τῶν πυρῶν τὸ θερμὸν ἢ τὸ ψυχρὸν ἢ τὸ ξηρὸν ἢ τὸ ὑγρὸν ἀφείλατο· ὃ γὰρ καὶ πυρὶ καὶ ὕδατι δέδοται καὶ ἄλλοις πολλοῖσι ἤργασται, ὧν ἕκαστον ἰδίην δύναμιν καὶ φύσιν ἔχει, τὰ μὲν τῶν ὑπαρχόντων ἀποβέβληκε, ἄλλοισι δὲ κέκρηταί τε καὶ μέμικται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기