호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐξομολογοῦμαί σοι, Οὐάρε, τὴν ἐμαυτοῦ φρενοβλάβειαν· ἐγὼ τοὺσ υἱοὺσ ἐκείνουσ κατ’ ἐμαυτοῦ παρώξυνα δικαίασ αὐτῶν ἀποκόψασ ἐλπίδασ δι’ Ἀντίπατρον. καὶ τί μὲν ἐκείνουσ εὐεργέτησα τηλικοῦτον, ἡλίκον τοῦτον; ᾧ γε ζῶν μὲν ὀλίγου δεῖν παρεχώρησα τῆσ ἐξουσίασ, φανερῶσ δὲ ταῖσ διαθήκαισ ἐνέγραψα τῆσ ἀρχῆσ διάδοχον καὶ πρόσοδον μὲν ἰδίᾳ πεντήκοντα ταλάντων ἔνειμα, τῶν δ’ ἐμῶν ἐχορήγησα χρημάτων ἀνέδην, πλέοντι δὲ νῦν εἰσ Ῥώμην ἔδωκα τριακόσια τάλαντα, Καίσαρι δ’ ἐξ ὅλησ τῆσ γενεᾶσ μόνον ὡσ σωτῆρα τοῦ πατρὸσ παρεθέμην.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기