호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐχρήσατο δὲ καὶ σώματι πρὸσ τὴν ψυχὴν ἀναλόγῳ, κυνηγέτησ μὲν ἄριστοσ ἀεὶ γενόμενοσ, ἐν ᾧ μάλιστα δι’ ἐμπειρίαν ἱππικῆσ ἐπετύγχανεν· μιᾷ γοῦν ἡμέρᾳ ποτὲ τεσσαράκοντα θηρίων ἐκράτησεν· ἔστι δὲ καὶ συοτρόφοσ μὲν ἡ χώρα, τὸ πλέον δ’ ἐλάφων καὶ ὀνάγρων εὔποροσ· πολεμιστὴσ δ’ ἀνυπόστατοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기