호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τί δεῖ λέγειν τὰσ εἰσ Λυκίουσ ἢ Σαμίουσ δωρεὰσ ἢ τὴν δι’ ὅλησ τῆσ Ιὠνίασ ἐν οἷσ ἐδεήθησαν ἕκαστοι δαψίλειαν; ἀλλ’ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι Νικοπολῖταί τε καὶ τὸ κατὰ Μυσίαν Πέργαμον οὐ τῶν Ἡρώδου γέμουσιν ἀναθημάτων; τὴν δ’ Ἀντιοχέων τῶν ἐν Συρίᾳ πλατεῖαν οὐ φευκτὴν οὖσαν ὑπὸ βορβόρου κατέστρωσέν τε σταδίων εἴκοσι τὸ μῆκοσ οὖσαν ξεστῇ μαρμάρῳ καὶ πρὸσ τὰσ τῶν ὑετῶν ἀποφυγὰσ ἐκόσμησεν ἰσομήκει στοᾷ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기