호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτοισ ὑπαχθεὶσ Πάκοροσ αὐτὸσ μὲν ᾔει κατὰ τὴν παράλιον, Βαζαφράνην δὲ διὰ τῆσ μεσογείου προσέταξεν ἐμβαλεῖν. τῶν δ’ ἐπιθαλαττίων Τύριοι Πάκορον οὐκ ἐδέξαντο καίτοι Πτολεμαιῶν καὶ Σιδωνίων δεδεγμένων. ὁ δ’ οἰνοχόῳ τινὶ τῶν βασιλικῶν ὁμωνύμῳ μοῖραν τῆσ ἵππου παραδοὺσ προεμβαλεῖν ἐκέλευσεν εἰσ τὴν Ιοὐδαίαν κατασκεψόμενόν τε τὰ τῶν πολεμίων καὶ πρὸσ ἃ δέοι βοηθήσοντα Ἀντιγόνῳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기