호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οὐ μὴν αὐτῷ τι πρὸσ τὴν Ἡρώδου βίαν ἤρκεσεν, ὃσ ἀναρρωσθεὶσ τά τε ἄλλα παραλαμβάνει κἀκεῖνον ἐκ τῆσ Μασάδασ ἱκέτην ἀφῆκεν. ἐξήλασεν δὲ καὶ ἐκ τῆσ Γαλιλαίασ Μαρίωνα τὸν Τυρίων τύραννον ἤδη τρία κατεσχηκότα τῶν ἐρυμάτων, τοὺσ δὲ ληφθέντασ Τυρίουσ ἔσωσεν μὲν πάντασ, ἦσαν δ’ οὓσ καὶ δωρησάμενοσ ἀπέπεμψεν εὔνοιαν ἑαυτῷ παρὰ τῆσ πόλεωσ καὶ τῷ τυράννῳ μῖσοσ παρασκευαζόμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기