호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔνθα πολλοὶ τῶν ἱερέων ξιφήρεισ τοὺσ πολεμίουσ ἐπιόντασ βλέποντεσ ἀθορύβωσ ἐπὶ τῆσ θρησκείασ ἔμειναν, σπένδοντεσ δὲ ἀπεσφάττοντο καὶ θυμιῶντεσ καὶ τῆσ πρὸσ τὸ θεῖον θεραπείασ ἐν δευτέρῳ τὴν σωτηρίαν τιθέμενοι. πλεῖστοι δ’ ὑπὸ τῶν ὁμοφύλων ἀντιστασιαστῶν ἀνῃροῦντο καὶ κατὰ τῶν κρημνῶν ἔρριπτον ἑαυτοὺσ ἄπειροι· καὶ τὰ περὶ τὸ τεῖχοσ δ’ ἔνιοι μανιῶντεσ ἐν ταῖσ ἀμηχανίαισ ὑπέπρησαν καὶ συγκατεφλέγοντο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기