호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅπου δ’ οἵ τε τούτων συγγραφεῖσ ἐπαύσαντο καὶ οἱ ἡμέτεροι προφῆται, τὴν ἀρχὴν ἐκεῖθεν ποιήσομαι τῆσ συντάξεωσ· τούτων δὲ τὰ μὲν τοῦ κατ’ ἐμαυτὸν πολέμου διεξοδικώτερον καὶ μεθ’ ὅσησ ἂν ἐξεργασίασ δύνωμαι δίειμι, τὰ δὲ προγενέστερα τῆσ ἐμῆσ ἡλικίασ ἐπιδραμῶ συντόμωσ, ὡσ Ἀντίοχοσ ὁ κληθεὶσ Ἐπιφανὴσ ἑλὼν κατὰ κράτοσ Ιἑροσόλυμα καὶ κατασχὼν ἔτεσι τρισὶ καὶ μησὶν ἓξ ὑπὸ τῶν Ἀσαμωναίου παίδων ἐκβάλλεται τῆσ χώρασ, ἔπειθ’ ὡσ οἱ τούτων ἔγγονοι περὶ τῆσ βασιλείασ διαστασιάσαντεσ εἵλκυσαν εἰσ τὰ πράγματα Ῥωμαίουσ καὶ Πομπήιον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기